Ancient Greek
Sect 27
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 27
Not analysed yet
Ταῦτα περὶ τῆς σωτηρίου χρίσεως καὶ τῆς ἱερᾶς βρώσεως ἐξητακότες παυσώμεθα τοῦ λόγου, καὶ νῦν εἰς ἑτέραν ἐξέτασιν τὰ μετὰ τοῦτο καταλιπόντες, αἰτούμενοι παρὰ τοῦ κυρίου τὴν αἴτησιν, ἣν Δαυὶδ ᾐτήσατο· »Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου», ἵν' ἡμῖν μὴ εὐκαταφρόνητος ἡ τῶν νομίμων ἀνάγνωσις ᾖ καθάπερ Ἰουδαίοις ἕως τῶν τύπων ἱσταμένοις, ἀλλὰ θείως τὰ θεῖα νοοῦντες σύμβολα πρὸς τὴν θειοτάτην ἀλήθειαν φανῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.