Ancient Greek
Sect 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 10
Not analysed yet
Πόδες δὲ ὑποδεδεμένοι τῇ »ἑτοιμασίᾳ» φησὶ »τοῦ εὐαγγελίου τῆς εἰρήνης», πρὸς πάντα δρόμον ἀγαθὸν εὐτρεπεῖς, δι' οὗ τὴν εἰρήνην τὴν πρὸς θεὸν βεβαιοῦμεν ἑαυτοῖς, καθά φησιν ὁ ἀπόστολος· »Εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», καὶ »Δι' ὑπομονῆς τρέχομέν» φησι »τὸν προκείμενον ἡμῖν ἆθλον», καὶ »Οὕτω τρέχω ἵνα καταλάβω».