Ancient Greek
Sect 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 12
Not analysed yet
»Ἔδεσθε» δὲ αὐτὸ »μετὰ σπουδῆς· πάσχα ἐστὶ κυρίου», οὐ ῥᾴθυμος οὐδὲ πρὸς ἡδονὴν τροφή, οὐκ ἀνειμένον οὐδὲ κατακεκλιμένον ἀλλ' ἐγηγερμένον ἐχόντων τὸ φρόνημα καὶ συντεταμένον, διότι τῆς ὀλοθρευτικῆς τιμωρίας ὑπέρβασιν ἡμῖν παρέχει, τοῦ κυρίου ταύτην δωρουμένου· διό φησι· »Πάσχα ἐστὶ κυρίου», ὅπερ ἕτερος ἑρμηνεύων ἄντικρυς εἴρηκεν· »Ὑπέρβασίς ἐστι τῷ κυρίῳ».