Ancient Greek
Sect 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 15
Not analysed yet
Τί δὲ τὸ τῶν ἑπτὰ σύμβολον ἡμερῶν· »Διό» φησιν »ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα»; Ἑπτὰ συμβέβηκεν ἡμέρας εἶναι τὸν ἅπαντα χρόνον· μετὰ γὰρ τὴν ἑβδόμην, ἥτις ἐστὶ τὸ σάββατον, ἐπάνοδος τῆς πρώτης γίνεται, καὶ οὕτως ὁ κύκλος τοῦ χρόνου διὰ τῶν ἑπτὰ πρόεισιν ἡμερῶν εἰς ἑαυτὸν ἀνακυκλούμενος.