Ancient Greek
Sect 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 17
Not analysed yet
Ἁπλοῦς δὲ ὁ τρόπος τοῦ μὴ ζητοῦντος τὰ σαρκικά, ἀκακοήθης, ἀπάνουργος, μηδὲν κακόν, μηδὲν πικρὸν ἐννοῶν· διὰ τί δὲ τὴν πρώτην ἡμέραν καὶ ἑβδόμην ἐξαιρέτως ἁγίας καλεῖ λέγων. »Ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν»; Ὅτι πρώτη μὲν ἡμέρα δηλοῖ τὴν ἀρχήν, καθ' ἣν ἁγιαζόμεθα τὸ πνεῦμα τὸ ἅγιον ὑποδεχόμενοι, ἑβδόμη δὲ τὸ τέλος σημαίνει, ἡνίκα δὴ ἀπὸ σώματος ἀναλύσαντες γινόμεθα σὺν τῷ Χριστῷ καὶ ἐπιδημοῦμεν τῷ κυρίῳ, καταλιπόντες τὴν ἐκδημίαν τὴν ἐπὶ γῆς, ὅλοι δὲ πρὸς τὴν ἁγιότητα μεταστάντες· »Ἐνδημοῦντες» γάρ φησι »τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου».