Ancient Greek
Sect 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 19
Not analysed yet
Εἰ δὲ καλῶς καὶ κατὰ Χριστὸν ἐθέλεις τηρεῖν τὸ σάββατον καὶ τὴν ἄνεσιν τὴν ἑορταστικήν, κοσμικῶν σπουδασμάτων καὶ διαπράξεων ἀφίστασο, φρόντιζε δὲ καὶ πράττε τὰ τοῦ θεοῦ καὶ τὰ εἰς ψυχῆς ὠφέλειαν, καὶ οὕτω σαββατίσεις σάββατον ἅγιον ἀληθῶς καὶ ἑορτάσεις ἁγίαν ἑορτήν, εἰκόνα τῆς παρὰ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.