Ancient Greek
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 8
Not analysed yet
Ὁδοιπορικὸν τὸ σχῆμα εὐσταλῆ καὶ εὔζωνον ὑποδείκνυσι καὶ ἕτοιμον τρέχειν εἰς ἐπαγγελίας θεοῦ, ὥσπερ ὁ Ἰσραὴλ τότε πρὸς τὴν ἐπαγγελίαν τῆς γῆς τῆς ἀγαθῆς ὁδίτης ἐστέλλετο· σκόπει δέ μοι τὸν πνευματικὸν ὁδοιπόρον παρ' ἐκεῖνον ὅσην ἔχει τὴν ὑπεροχήν, οὐκ ἐπὶ τὴν κάτω σπεύδων γῆς ἐπαγγελίαν, οὐ τὰ πρόσκαιρα μεταδιώκων καλά, οὐ γῆν ἀντὶ γῆς ἀλλαττόμενος, Ἰουδαίαν ἀντ' Αἰγύπτου, ἀλλὰ τί φησιν ὁ τοιοῦτος ὁδοιπόρος περὶ τῆς ὁδοιπορίας τῆς ἑαυτοῦ; »Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως».