Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 5) [Sp.] 2.1
Not analysed yet
Ὁρᾷς, ὅτι τὸ πάσχα τὸ σὸν οὐδὲ σύγκρισιν ἔχει πρὸς τὸ Ἰουδαϊκὸν, ἀλλ' ὁμοίωσιν αὐτοῦ τὴν σκιοειδῆ μόνον εἶχεν ἐκεῖνο; Καὶ νήπιος ὁ Ἰσραὴλ ἐπὶ τῇ τοῦ προβάτου θυσίᾳ, ταύτην ἡγούμενος παρὰ Θεοῦ σπουδάζεσθαι, καὶ διὰ ταύτης οἰόμενος εἰληφέναι τὴν σωτηρίαν, καὶ οὐχ ὡς τύπον ὁρῶν αὐτὴν τῆς ὄντως σωζούσης θυσίας. Διὸ λέγεται ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς διὰ Ἱερεμίου, ὅτι Οὐκ ἐνετειλάμην ὑμῖν περὶ θυσιῶν. Καὶ οὐκ ἔστι παρὰ Θεῷ ψεῦδος, ἵνα ἐντειλάμενος εἴπῃ μὴ ἐντετάλθαι. Ἀλλ' ἡ τοῦ πράγματος δηλοῦται δύναμις, ὅτι προφητικῶς ἡ θυσία ἐπετελεῖτο καὶ προμηνυτικῶς εἰς Χριστόν. Καὶ πρόβατον θύειν ἐντελλόμενος ὁ Θεὸς, Χριστὸν ἐδήλου τεθυσόμενον, καὶ τὰ περὶ τὸ πρόβατον ἅπαντα εἰς Χριστὸν προετύπου· ὧν τὰ μὲν ἤδη τεθεώρηκας, τὰ δὲ ἐφεξῆς θεώρει κατὰ δύναμιν. Ἐπὶ πάσης Ἑβραίων οἰκίας ἓν πρόβατον αὐτοτελὲς, καὶ μέρος ἐκ τῶν κρεῶν οὐκ ἐκκομίζεται τῆς οἰκίας ἐν ᾗ θύεται. Ἐπὶ πάσης γὰρ Ἐκκλησίας καὶ ψυχῆς Χριστὸς ὅλος πανταχῆ, καὶ οὐδαμῆ μερικός. Διὸ πολλὰ μὲν ἐκεῖ τὰ πρόβατα καθ' ἑκάστην οἰκίαν· εἷς δὲ Χριστὸς κατὰ πᾶσαν ψυχὴν ὁ αὐτό. Πέντε ἡμέρας ἐπὶ τῆς οἰκίας κατέχεται τὸ πρόβατον, ἀπὸ δεκάτης εἰς τεσσαρεσκαιδεκάτην· ἔπειτα οὕτω θύεται τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν ὑπὸ τῆς Ἰουδαίων συναγωγῆς. Πέντε διαστήματα χρόνου δηλοῦται ταῖς πέντε ταύταις ἡμέραις ἀπὸ Ἀδὰμ μέχρι συντελείας· ἓν μὲν τὸ μέχρι Νῶε, δεύτερον δὲ τὸ ἐκεῖθεν μέχρι Ἀβραὰμ, τρίτον τὸ ἐπὶ Μωϋσέα, τέταρτον τὸ ἐκ Μωϋσέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν, πέμπτον ὁ παρὼν τῆς παρουσίας καιρός. Θύεται δὲ πρὸς ἑσπέραν, ὅτι ἐπ' ἐσχάτου τοῦ αἰῶνος ὑπὸ πάσης τῆς συναγωγῆς συνεφώνησεν ὁ Ἰσραὴλ κατὰ Χριστοῦ. Ἐμελετᾶτο μὲν ἐξ ἀρχῆς ἡ Χριστοῦ θυσία ἐν τοῖς ἀεὶ τῶν δικαίων παθήμασιν ἀπὸ Ἄβελ τοῦ δικαίου, καὶ Χριστὸς ἦν ἐν ἅπασιν ὁ πάσχων· ἐπετελέσθη δὲ, ὅτε αὐτὸς δι' ἑαυτοῦ παρὼν ἔπασχεν ὁ θεῖος ἀμνός. Καὶ δὴ κατὰ τὴν τοῦ αὐτοῦ μηνὸς τεσσαρεσκαιδεκάτην ἔπασχε, καὶ τὸ πνεῦμα παρεδίδου πρὸς ἑσπέραν, καὶ κατὰ τοῦτον τὸν τύπον τοῦτο ἦν τὸ ἐκ δεκάτης λαμβάνεσθαι τὸ πρόβατον εἰς τὴν θυσίαν, καὶ θύεσθαι τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν, ὅτι ἦν ἀπ' ἀρχῆς μὲν ἡ μελέτη τοῦ πάθους, ἐν τέλει δὲ τὸ πάθος. Εἶτά μοι σκόπει περὶ τὴν τοῦ προβάτου βρῶσιν ἐντολὴν Θεοῦ καινὴν καὶ παράδοξον, μὴ ἐσθίειν ὠμὰ τὰ τοῦ προβάτου κρέα. Τίς γὰρ ἂν ὠμὸν φάγοι; Ἔστω λέγειν, Μηδὲ ἑφθὸν, ἵνα μὴ διατρίβωσιν· ἐπειγόμενος γὰρ ὁ καιρός. Τί τὸ μηδὲ ὠμὸν, ἀλλ', Ὀπτὰ πυρί; Οὐδεὶς γὰρ κωλύει τὸ μὴ γενόμενον. Ἀλλὰ σημαίνεται διὰ τῶν τύπων, ὡς ἔφην, τὰ πράγματα. Ὠμὴν προσφέρεται τὴν ἁγίαν τροφὴν ὁ τὴν πίστιν ἔχων ἀργήν· ἑφθὴν ὁ φιλήδονος, ἐξυδαρῶν ἐν τῇ τοῦ βίου ῥᾳθυμίᾳ τὸ στεῤῥὸν τῆς πίστεως ἔργον, [ὀπτὴν δὲ ὁ] ἐπιτελῶν ἐν πνεύματι θερμῷ τε καὶ ζέοντι. Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐσθίειν κελεύονται. Γίνωσκε καὶ Χριστὸν ἀπὸ μὲν τῆς κεφαλῆς, ὅτι Θεὸς πρὸ αἰώνων ὑπάρχων κεφαλὴ τῆς ἀοράτου καὶ πνευματικῆς Ἐκκλησίας· ἀπὸ δὲ τῶν ποδῶν, ὅτι καὶ ἄνθρωπος ἐπ' ἐσχάτων αἰώνων γῆς ἐπιβάς· ἀπὸ δὲ τῶν ἐντοσθίων, ὅτι κεκρυμμένην ἔχων ἐν σαρκὶ δύναμιν καὶ δικαιοσύνην, καὶ οὐ κατὰ τὸ ἐκτὸς καὶ θεωρούμενον μόνον ἐπωφελὴς καὶ σωτήριος τοῖς μετέχουσιν, ἀλλὰ καὶ κατὰ τὸ ἔνδον καὶ κατὰ τὸ ἀπόκρυφον. Ἐσθίεται δὲ ἐν νυκτὶ τὰ κρέα, καὶ εἰς τὴν ἡμέραν οὐχ ὑπολείπεται. Ἀνάμνησις γὰρ τοῦ Χριστοῦ πάθους ἐν τῷ καιρῷ τῆς κοσμικῆς νυκτὸς, μεθ' ἣν ἡμέρα διαλάμψει, καὶ ζωὴ Χριστοῦ φανήσεται. Κατὰ τὸ, Ἡ δὲ ἡμέρα ἤγγικε. Συντρίβει δὲ ὀστέον οὐδείς. Οὐδὲ γὰρ κατέαξαν οἱ δήμιοι τὰ Χριστοῦ σκέλη, [τὰ] τῶν συσταυρωθέντων κατεάξαντες, ὡς ὁ εὐαγγελιστὴς ἐμαρτύρησεν. Αἱ πικρίδες αἱ σὺν τῷ προβάτῳ ἐσθιόμεναι τὴν τῶν θλίψεων πικρίαν ἐδήλουν· τὰ ἄζυμα τὴν ἁπλότητα καὶ εἰλικρίνειαν, ὡς ὁ Παῦλός φησι, τουτέστι, τὸ ἀμιγὲς πρὸς τὴν παλαιὰν κακίαν καὶ νέαν ἀρετήν. Ὑπόλοιπόν ἐστί σοι τὸ σχῆμα τῶν ἐσθιόντων τὸ Πάσχα καὶ θεωρῆσαι πνευματικῶς, καὶ μιμήσασθαι· ἔσται γὰρ ἐν τῷ πνευματικῷ τὸ σωματικὸν σχῆμα. Οὐκ ἔστι σχῆμα κενὸν, ἀλλὰ ἔργον σωτήριον ζῶσαι τὴν ὀσφύν σου, μὴ τὴν τοῦ σώματος ἐν ἱμάντι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐν ἑτοιμότητι. Ὑπόδησαι τοὺς πόδας ὡσαύτως ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, κατὰ τὸν Ἀπόστολον. Βακτηρίαν ἐν ταῖς χερσὶν ἔχε, μὴ ξύλον, ἀλλὰ πίστεως ὑποστηριζούσης. Ὅλον τὸ σχῆμα ἐκεῖνο ὀδοιπορητικὸν ὂν, ὡς ἂν πρὸς ἔξοδον ἐπειγομένων τὴν ἐξ Αἰγύπτου, μίμησαι σὺ κάλλιον, ὡς εἰς ἔξοδον ἐπειγόμενος τὴν ἀπὸ κόσμου καὶ φθορᾶς. Σπουδὴ δὲ ἔστω, καὶ ῥᾳθυμία μηδαμῶς ἐν τῇ τοῦ Πάσχα βρώσει τῇ πνευματικῇ. Καὶ καλὸν ἐνταῦθα τὸ σπουδαῖον, οὐ γαστριμαργίαν ἐπιφαίνων ἐσθιόντων ἠπειγμένως τὰ κρέα, ἀλλὰ φιλοθεότητα τῶν σπευδόντων ἀπὸ κόσμου πρὸς Θεόν. Ἐφ' ἑπτὰ δὲ ἡμέρας ἡ ἄζυμος τροφὴ, τουτέστι, διὰ πάσης ζωῆς τὸ εἰλικρινές. Διὰ γὰρ τῶν ἑπτὰ ἡμερῶν ὁ σύμπας πολυπλασιάζεται χρόνος. Καὶ ὁ ζύμην ἔχων ἐξολοθρεύεται. Ἡ γὰρ τοῦ παλαιοῦ ἀνθρώπου κακία ὀλέθριος καὶ οὐδαμῶς ἀναμίγνυσθαι δυναμένη τῇ τοῦ νέου ἀνθρώπου δικαιοσύνῃ καὶ ὁσιότητι. Καὶ ὁρᾷς, ὅτι δίκαιος ὁ διὰ τὴν τοιαύτην ζύμην ὄλεθρος· διὰ δὲ τὴν κοινὴν τοῦ ἄρτου ζύμην οὐκ ἂν δικαίως ἔδοξε χαλεπαίνειν Θεός. Οὐ γὰρ φαίνεται τὸ δίκαιον ἐν τοῖς τύποις, ἀλλὰ ἐπὶ τῆς ἀληθείας ἐκλάμπει τε καὶ γινώσκεται· ὥσπερ καὶ αὐτὸ τὸ τῆς χρίσεως τοῦ αἵματος δοκοῦν ἀπρεπὲς εἶναι Θεῷ περιαιρεῖται, κατὰ τὴν ἀλήθειαν νοουμένου τοῦ τύπου. Ἀπρεπὲς γὰρ τὸ δοκοῦν χρῄζειν Θεὸν αἵματος σημείῳ πρὸς ἐπίγνωσιν τῶν Ἑβραϊκῶν οἰκιῶν· πρεπωδέστατον δὲ τὸ διὰ τὴν πίστιν τοῦ Χριστοῦ αἵματος γινώσκεσθαι ἡμᾶς Θεῷ καὶ σώζεσθαι ὑπὸ Θεοῦ. Ἆρ' οὖν οὐχὶ καὶ τὸ τῆς περιτομῆς ἁπλῶς μὲν οὕτως ἀκούειν ἀπρεπὲς, ὡς Θεοῦ κελεύσαντος ὑπὸ σπουδῆς τὸν μέλλοντα τοῦ Πάσχα ἐσθίειν, εἰ μὴ ἐμπερίτομος εἴη, περιτέμνεσθαι, καὶ οὕτως ἐπὶ τὴν βρῶσιν ἥκειν; Ἐὰν δὲ συνῇς τῆς περιτομῆς τὴν δύναμιν πνευματικῶς, μυστήριον ὄψει καὶ δοξάσεις Θεόν. Τοῦ γεννητικοῦ μέλους ἦν ἡ περιτομή. Ἀπὸ γενέσεως εἶχες, ὦ ἄνθρωπε, κάλυμμα, ὅπερ ἔδει σε περιαιρεῖσθαι, ἵνα [ἀνα]κεκαλυμμένῳ προσώπῳ θεωροίης ἀλήθειαν, καὶ μὴ κεκαλυμμένος τῷ σώματι καὶ γηΐνῳ καλύμματι περὶ τὴν ἀλήθειαν ἀναβλεποίης. Ὅταν γὰρ γυμνὸς γένῃ τοῦ σαρκικοῦ σώματος, ὡς πνεῦμα πρόσει πρὸς Χριστὸν, καὶ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμα γενήσῃ, μετέχων τὴν ἱερὰν καὶ σωτήριον μετοχὴν, ἣν ἡ τῶν κρεῶν βρῶσις ἐμήνυσε. Περιτέμνου δὴ καὶ ἀπεκδύου τὸ σῶμα μετὰ Χριστὸν, κατὰ τὸν λέγοντα Παῦλον, ὅτι Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ· καὶ οὕτω περιτεμνόμενος ἅπασαν φιλοχρηματίαν, φιλοδοξίαν, φιληδονίαν, τῆς μὲν πρὸς Θεὸν ἐμπίπλασο τροφῆς εἰς οὐρανὸν ἀναγούσης, ἐλευθερούσης ἀπὸ πονηρῶν ἀρχόντων, λυούσης ἀπὸ πόνων χαλεπῶν, ἔνδοξον καὶ μακαρίαν σοι τὴν εἰς Θεὸν ἐπάνοδον χαριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.