Ancient Greek · ~2 min
Chapter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 1.1
Not analysed yet
Ἱεραὶ μὲν ἤδη φωτὸς αὐγάζουσι Χριστοῦ ἀκτῖνες καὶ καθαροὶ καθαροῦ πνεύματος ἀνατέλλουσι φωστῆρες, οὐράνιοι δὲ δόξης καὶ θεότητος ἀνεῴγασι θησαυροί· νὺξ ἡ πολλὴ καὶ ἀμαυρὰ κατεπόθη καὶ τὸ ἀφανὲς σκότος ἐν αὐτῷ ἀνηλώθη καὶ ἡ ἀμειδῆ θανάτου συνεσκιάσθη σκιά. Ζωὴ τοῖς ὅλοις ἐφηπλώθη καὶ φωτὸς ἀπλήστου τὰ ὅλα γέμει, ἀνατολαὶ ἀνατολῶν ἐπέχουσι τὸ πᾶν καὶ ὁ πρὸ ἑωσφόρου καὶ φωστήρων, ἀθάνατος καὶ πολύς, ἐπανθεῖ μέγας Χριστὸς τοῖς ὅλοις ὑπὲρ ἥλιον.