Ancient Greek · ~2 min
Chapter 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 15.1
Not analysed yet
Τὸ δὲ »αἷμα εἰς σημεῖον» τῆς τοῦ Χριστοῦ σφραγίδος τὸ ἔναιμον μυστήριον· »σημεῖον» δὲ, οὔπω αὐτὸ τὸ ἀληθές, ἀλλὰ μελλούσης ἀληθείας τὸ σημεῖόν ἐστι σημεῖον· ὅσοι γὰρ ἔχουσι τὸ σημεῖον τὸ δι' αἵματος ἐπὶ τῶν ψυχῶν ὡς ἐπὶ τῶν οἰκιῶν ἐντετυπωμένον ὁμοῦ καὶ κεχρισμένον, τούτους πάντας ἡ ὀλοθρεύουσα πληγὴ παρελεύσεται· »Ἐν αἷς γὰρ οἰκίαις, φησίν, ἐὰν σκέψηται τὸ αἷμα, σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ».