Ancient Greek · ~2 min
Chapter 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 17.3
Not analysed yet
Ἐγὼ δὲ οὐδὲ τούτοις τοῖς λόγοις ἀπιστῶ, νομίζω δέ, ὃ καὶ μᾶλλον πεπίστευκα, διὰ τὴν τοῦ πάσχα πνευματικὴν ἑορτὴν ἀρχὴν καὶ κεφαλὴν καὶ πρώτην ἡγεμονίαν παντὸς τοῦ χρόνου καὶ αἰῶνος νενομίσθαι τόνδε τὸν μῆνα τοῦ πάσχα ἐν ᾧ τὸ μέγα τοῦτο τελεσιουργεῖται καὶ ἱερουργεῖται μυστήριον, ἵνα ὡς ὁ Κύριος τῶν πάντων νοητῶν τε καὶ ἀοράτων πρωτόγονός ἐστι καὶ πρωτότοκος ἀπ' ἀρχῆς, οὕτως καὶ ὅδε ὁ μὴν ὁ τὴν ἱερὰν τετιμημένος τελετὴν πρῶτος γεγένηται τοῦ ἐνιαυτοῦ καὶ παντὸς αἰῶνος ἀρχή.