Ancient Greek
Chapter 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 19.1
Not analysed yet
Τέλειον δὲ τὸ πρόβατον καὶ ἐνιαύσιον· τέλειον μὲν ὡς ἐξ οὐρανῶν, ἐνιαύσιον δὲ ὡς ἐν γῇ· ἐνιαυτὸς γὰρ χρόνου μέτρον ἐν γῇ, ἑαυτὸν ἐπιλαμβάνων καὶ εἰς ἑαυτὸν ἀνακυκλούμενος καὶ τῇ εἰς ἑαυτὸν περιόδῳ περιφορᾷ τὸν ἀμέτρητον αἰῶνα μιμούμενος.