Ancient Greek · ~2 min
Chapter 25
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 25.2
Not analysed yet
Οὐ γὰρ ἀρνεῖται ὁ σωτὴρ πρὸς σὲ πρῶτον, ὦ Ἰσραήλ, ἀπεσταλμένος· »Οὐ γὰρ ἀπεστάλην, φησί, πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»· ἐγὼ δὲ ὡς κυνίδιον ἀλλοτρίᾳ τραπέζῃ παρεκαθεζόμην, τὸν μὲν ἄρτον μήπω φαγεῖν δυνάμενος, τὰς δὲ ψιχίας τὰς ἐκπιπτούσας ἀναλέγων παράσιτος ἀλλοτρίας τροφῆς· ἐπειδὴ δὲ οὐκ ἔγνως τὸ μάννα τὸ ἐκ τῶν οὐρανῶν, εἰς ἐμὲ ὁ ἄρτος διὰ τῆς πίστεως μετετέθη καὶ ὁ ἀντὶ κυνὸς υἱὸς ἤδη γιγνόμενος <**>.