Ancient Greek · ~2 min
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 3.2
Not analysed yet
Ἑορταζέτωσαν μὲν οὖν οἱ οὐρανοὶ τῶν οὐρανῶν, ὡς τὸ θεῖον πνεῦμα βοᾷ, δόξαν Θεοῦ διηγούμενοι, πρῶτοι τὰς πατρῴας τοῦ θείου πνεύματος ἀνατολὰς ὑποδεχόμενοι· ἑορταζέτωσαν δὲ καὶ οἱ ἄγγελοι καὶ ἀρχάγγελοι τῶν οὐρανῶν, καὶ πᾶς ὁ ἐπουράνιος δῆμος καὶ στρατὸς ἑορταζέτω τὸν ἀρχιστράτηγον τῆς ἄνω στρατιᾶς βλέπων ἐπὶ κόσμον σωματικῶς ἀφικνούμενον· ἑορταζέτωσαν καὶ οἱ τῶν ἀστέρων χοροὶ τὸν πρὸ ἑωσφόρου ἀνατέλλοντα μηνύοντες, ἑορταζέτω καὶ ἀὴρ ἀμετρήτοις βάθεσι καὶ πλάτεσι μετρούμενος, ἑορταζέτω καὶ ἁλμυρὸν θαλάσσης ὕδωρ ἱεροῖς ἴχνεσι καὶ βάσεσι τετιμημένον, ἑορταζέτω καὶ ἡ γῆ θείῳ λουσαμένη αἵματι, ἑορταζέτω καὶ πᾶσα ἀνθρωπίνη ψυχὴ εἰς τὴν καινὴν παλιγγενεσίαν δι' ἀναστάσεως ἀναψυχουμένη.