Ancient Greek · ~1 min
Chapter 45
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 45.1
Not analysed yet
Ὁρῶν ἡμᾶς ἄνωθεν ὑπὸ τοῦ θανάτου τυραννουμένους καὶ δεσμοῖς φθορᾶς λυομένους ὁμοῦ καὶ δεσμουμένους, ῥέοντας εἰς τὴν ἀναγκαίαν καὶ ἀνυπόστροφον ὁδόν, ἐλθὼν καὶ λαβὼν <**>τοῦ πρώτου πλάσματος ἐν βουλαῖς πατρικαῖς, οὐκ ἀγγέλοις, οὐκ ἀρχαγγέλοις τὴν ὑπὲρ ἡμῶν λειτουργίαν ἐνεχείρισεν, ἀλλ' αὐτὸς ὁ λόγος ὅλον τὸν ἀγῶνα τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο πειθόμενος ταῖς πατρῴαις ἐντολαῖς.