Ancient Greek · ~1 min
Chapter 52
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 52.2
Not analysed yet
Καὶ πρὸς ὀλίγον μὲν βοᾷ παρελθεῖν τὸ ποτήριον, ἵνα δείξῃ ἀληθῶς ὅτι »καὶ ἄνθρωπος» ἦν· μεμνημένος δὲ δι' ὃ ἀπεστάλη, πληρῶσαι τὴν οἰκονομίαν βουλόμενος εἰς ἣν ἀπεστάλη, βοᾷ πάλιν· »Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ θέλημά σου». «Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής».