Ancient Greek · ~3 min
Chapter 55
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 55.2
Not analysed yet
Τότε τῆς ὑπομονῆς ἐπιμόνης ἐθαμβώθη τὸ πᾶν· τότε οὐρανοὶ μὲν ἐσαλεύθησαν, ἀρχαὶ δὲ ἐκινήθησαν, ὑπερκόσμιοι θρόνοι καὶ νόμοι, τὸν ἀρχιστράτηγον τῆς μεγάλης δυνάμεως ὁρῶντες κρεμάμενον, μικροῦ δ' ἂν ἐξέπεσον καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ, τὸν πρὸ ἑωσφόρου βλέποντες ἁπλούμενον, ἐσβέσθη δὲ παρ' ὀλίγον καὶ τὸ τοῦ ἡλίου πῦρ, τὸ μέγα βλέπον τοῦ κόσμου φῶς ἀμαυρούμενον· τότε ἐσχίσθησαν πέτραι τῆς γῆς, τοῦ Ἰσραὴλ ἀγνωμοσύνην καταβοῶσαι ὅτι· Μὴ ἔγνως τὴν πέτραν τὴν πνευματικήν, ἐξ ἧς ἀκολουθήσας ἔπινες, ἐρράγη δὲ τοῦ ναοῦ τὸ καταπέτασμα, συμπάσχον καὶ μηνύον τὸν οὐράνιον ἀληθῶς ἀρχιερέα, μικροῦ δ' ἂν ὅλος ὁ κόσμος συνεχύθη καὶ τῷ φόβῳ τοῦ πάθους συνελύθη, εἰ μὴ τὸ θεῖον πνεῦμα ἐνεφύσησεν ὁ μέγας Ἰησοῦς εἰπών· »Πάτερ, παρακατατίθεμαι τὸ πνεῦμά μου εἰς τὰς χεῖράς σου».