Ancient Greek · ~2 min
Chapter 61
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 61.2
Not analysed yet
Βλέπουσαι δὲ αἱ δυνάμεις τὸ μέγα μυστήριον, συναναβαίνοντα ἤδη ἄνθρωπον [ἐν] θεῷ, ἐγκελευόμεναι ἐβόων μετὰ χαρᾶς ταῖς ἄνω στρατιαῖς· »Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Αἱ δὲ ὁρῶσαι τὸ καινὸν θαῦμα, ἄνθρωπον συγκεκραμένον Θεῷ, ἀντιβοῶσι καὶ λέγουσι· »Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» Αἱ δὲ πάλιν ἐρωτηθεῖσαι ἀνταπεκρίναντο· »Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ἰσχυρὸς καὶ κραταῖος καὶ δυνατὸς ἐν πολέμῳ».