Ancient Greek · ~2 min
Chapter 62
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 62.2
Not analysed yet
Ὦ κοινὸν τῶν ὅλων ἑόρτασμα, κοσμικὸν πανηγύρισμα, ὦ τοῦ παντὸς χαρὰ καὶ τιμὴ καὶ τροφὴ καὶ τρυφή, δι' ἧς ὁ μὲν σκοτεινὸς θάνατος κατελύθη, ἡ δὲ ζωὴ τοῖς ὅλοις ἐφηπλώθη, καὶ ἀνεῴχθησαν πύλαι οὐρανῶν, καὶ Θεὸς ἄνθρωπος ἐφάνη καὶ ἄνθρωπος Θεὸς ἀνέβη, δι' ὃν ἐρράγησαν ᾅδου πύλαι καὶ κλεῖθρα ἐλύθησαν ἀδαμάντινα, καὶ ὁ μὲν κάτω δῆμος ἀνέστη τῶν νεκρῶν εὐαγγελιζόμενος, τοῖς <δὲ> ἄνω πληρώμασιν ἀπὸ γῆς ἀπεδόθη χορός.