Ancient Greek · ~15 min
ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ ΛΟΓΟΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha 3.1
Not analysed yet
Ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα, ταῦτα τῆς ἀναστάσεως μεγίστη ἀπόδειξις. Σήμερον ἅγγελοι σκιρτῶσι, καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις ἀγάλλονται, συνηδόμεναι ἐπὶ τῇ σωτηρίᾳ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, πολλῷ μᾶλλον ἐπὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης. Σήμερον τὴν ἀνθρωπείαν φύσιν, τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερώσας, πρὸς τὴν προτέραν εὐγένειαν ἐπανήγαγεν. Ὅταν γὰρ ἴδω τὴν ἀπαρχὴν τὴν ἐμὴν οὕτω τοῦ θανάτου περιγεγενημένην, οὐκ ἔτι δέδοικα, οὐκ ἔτι φρίττω τὸν πόλεμον· οὐδὲ πρὸς τὴν ἀσθένειαν ὁρῶ τὴν ἐμαυτοῦ, ἀλλ' ἐννοῶ τοῦ μέλλοντός μοι συμμαχεῖν τὴν ἄφατον δύναμιν. Ὁ γὰρ τῆς τοῦ θανάτου τυραννίδος περιγενόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν ἰσχὺν ἀφελόμενος, τί λοιπὸν οὐκ ἐργάσεται περὶ τὸ ὁμογενὲς, καὶ οὗ τὴν μορφὴν ἀναλαβεῖν διὰ πολλὴν φιλανθρωπίαν κατηξίωσε, καὶ διὰ ταύτης τὴν πρὸς τὸν διάβολον πάλην ποιήσασθαι; Σήμερον χαρὰ πανταχοῦ τῆς οἰκουμένης καὶ εὐφροσύνη πνευματική. Σήμερον καὶ τῶν ἀγγέλων ὁ δῆμος καὶ πασῶν τῶν ἄνω δυνάμεων ὁ χορὸς διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀγάλλονται. Ἐννόησον τοίνυν, ἀγαπητὲ, χαρᾶς μέγεθος, ὅτι καὶ αἱ ἄνω δυνάμεις ἡμῖν συνεορτάζουσι· συγχαίρουσι γὰρ τοῖς ἡμετέροις ἀγαθοῖς. Καὶ γὰρ εἰ καὶ ἡμετέρα ἡ χάρις ἡ παρὰ τοῦ Δεσπότου, ἀλλὰ καὶ ἐκείνων ἡ ἡδονή. Διὰ τοῦτο οὐκ ἐπαισχύνονται ἡμῖν συνεορτάσαι. Καὶ τί λέγω, ὅτι οἱ σύνδουλοι ἡμῖν οὐκ ἐπαισχύνονται συνεορτάσαι; Αὐτὸς ὁ Δεσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται ἡμῖν συνεορτάσαι. Τί δὲ εἶπον, οὐκ ἐπαισχύνεται; Καὶ ἐπιθυμεῖ συνεορτάσαι ἡμῖν. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησε φαγεῖν, καὶ συνεορτάσαι δηλονότι. Ὅταν οὖν ἴδῃς μὴ μόνον ἀγγέλους καὶ πάντων τῶν οὐρανίων δυνάμεων τὸν δῆμον, ἀλλὰ καὶ αὐτὸν τὸν Δεσπότην τῶν ἀγγέλων ἡμῖν συνεορτάζοντα, τί σοι λείπεται λοιπὸν εἰς εὐφροσύνης λόγον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς σήμερον διὰ τὴν πενίαν· ἑορτὴ γάρ ἐστι πνευματική. Μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν πλοῦτον· οὐδὲ γὰρ ἀπὸ τῶν χρημάτων εἰσενεγκεῖν εἰς τὴν ἑορτὴν ταύτην δύναται. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν, τῶν βιωτικῶν λέγω, ἔνθα πολλὴ ἡ φαντασία καὶ τῆς ἔξωθεν περιβολῆς, καὶ τῆς ἐν τῇ τραπέζῃ πολυτελείας, εἰκότως ἐκεῖ ὁ μὲν πένης ἐν ἀθυμίᾳ καὶ κατηφείᾳ ἔσται, ὁ δὲ πλούσιος ἐν ἡδονῇ καὶ φαιδρότητι. Τί δήποτε; Ὅτι ὁ μὲν λαμπρὰν ἐσθῆτα περιβάλλεται, καὶ πλουσιωτέραν παρατίθεται τὴν τράπεζαν· ὁ δὲ πένης ὑπὸ τῆς πενίας κωλύεται τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείξασθαι. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκποδὼν, μία δὲ τράπεζα καὶ πλουσίῳ καὶ πένητι, καὶ δούλῳ καὶ ἐλευθέρῳ. Κἂν πλούσιος ᾖς, οὐδὲν πλεονάζεις τοῦ πένητος· κἂν πένης ᾖς, οὐδὲν ἔλαττον ἕξεις τοῦ πλουσίου, οὐδὲ διὰ τὴν πενίαν ἐλαττοῦταί σου τὰ τῆς εὐωχίας τῆς πνευματικῆς· θεία γάρ ἐστιν ἡ χάρις, καὶ οὐκ εἶδε προσώπων διαφοράν. Καὶ τί λέγω, πλουσίῳ καὶ πένητι ἡ αὐτὴ τράπεζα πρόκειται; Καὶ αὐτῷ τῷ τὸ διάδημα περικειμένῳ, καὶ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξουσίαν τῆς οἰκουμένης ἀνῃρημένῳ, καὶ τῷ πτωχῷ τῷ πρὸς τὴν ἐλεημοσύνην καθημένῳ, μία τράπεζα πρόκειται. Τοιαῦτα γὰρ τὰ δῶρα τὰ πνευματικά· οὐ τοῖς ἀξιώμασι διαιρεῖ τὴν κοινωνίαν, ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ. Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ τιμῆς καὶ ὁ βασιλεὺς καὶ ὁ πτωχὸς πρὸς τὴν ἀπόλαυσιν καὶ κοινωνίαν τῶν θείων τούτων μυστηρίων ὁρμῶσι. Καὶ τί λέγω, μετὰ τῆς αὐτῆς τιμῆς; Πολλάκις ὁ πένης μετὰ πλείονος τῆς παῤῥησίας. Τί δήποτε; Ὅτι ὁ μὲν βασιλεὺς κυκλούμενος πραγμάτων φροντίσι, καὶ ὑπὸ πολλῶν περιστάσεων περιστοιχιζόμενος, ὥσπερ ἐν πελάγει τυγχάνων, οὕτω πανταχόθεν ὑπὸ τῶν ἐπαλλήλων κυμάτων περιῤῥαντίζεται, καὶ πολλὰ προστρίβεται τὰ ἁμαρτήματα· ὁ δὲ πένης, πάντων τούτων ἀπηλλαγμένος, καὶ ὑπὲρ τῆς ἀναγκαίας μόνης φροντίζων τροφῆς, καὶ τὸν ἀπράγμονα καὶ ἡσύχιον βίον μετιὼν, ὥσπερ ἐν λιμένι καὶ γαλήνῃ καθήμενος, μετὰ πολλῆς τῆς εὐλαβείας τῇ τραπέζῃ πρόσεισι.