Ancient Greek
Pg 430
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Paulum apostolum (excerptum) 430
Not analysed yet
κατὰ χάριν γὰρ τὸ δοῦναι, ἀλλ' ὃν ἀποδώσει· τὸ γὰρ ἀποδοῦναι ὀφειλῆς ἐστιν· ὃ γὰρ κατὰ χάριν δίδοται, οὕτως λέγων· „Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι“, οὐχ ὃ ἀπεδόθη σοι. Ὁ δὲ στέφανος οὐ κατὰ χάριν, ἀλλὰ κατὰ τὴν ὀφειλὴν δίδοται τοῖς νομίμως ἀθλήσασιν. „Ἐὰν γάρ τις ἀθλῇ, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ“. Τίς τῶν ἀπελθόντων εἶπε, τίς τῶν ἐρχομένων λέξει ταῦτα· „Τὸν δρόμον τετέλεκα, καὶ τό· ἀποδώσει μοι“ ὥσπερ τι χρέος τὸν στέφανον, καὶ τό· ἀναπληρῶ τὰ ὑστερήματα, καὶ τό· περισσότερον πάντων ἐκοπίασα, καὶ τό· διάκονοί εἰσιν; ὕπερ ἐγώ. Οὐκ ἀδίκως οὖν σκεῦος ἐκλογῆς ὡς θεράποντα, ὡς τὸν Μωσέα. Οὐ πιστὸν ὡς Ἀβραάμ, οὐκ ἄκακον ὡς τὸν Δαυίδ, οὐκ ἄμεμπτον ἢ θεοσεβῆ ὡς τὸν Ἴωβ, ἀλλὰ σκεῦος αὐτὸν ἐκλογῆς προσηγόρευσεν· ἡ δὲ ἐκλογὴ τὸ κρεῖττον δείκνυσιν· οὐδεὶς γὰρ ἐκλεγόμενος τὸ χεῖρον ἐκλέγεται· „Ἐξελέξατο γὰρ ἡμᾶς, φησί, πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατ' ἐνώπιον αὐτοῦ“. Ἐκ τῶν οὖν ἐκλεκτῶν ἐκλεκτὸς εἷς ὁ Ἀπόστολος· „Ταῦτα γὰρ ὑπομένω, φησί, διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι“ καὶ μιμεῖσθε τὸν Κύριον, τὸν δι' ἡμᾶς ὑπομείναντα τὸν σταυρόν, ἵνα ἡμεῖς σωτηρίας τύχωμεν. Δικαίως οὖν προέτασσεν λέγων· „Εἰ δὲ μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ“. Ἴδες ἀγαθὴν πεποίθησιν ἀγαθῆς ψυχῆς; ἴδες ἐκλεκτῶν ἐκλεκτότερον, ἔσχατον πάντων τοῦ κηρύγματος, πρῶτον δὲ πάντων· ἔσχατον ἐν κόσμῳ, πρῶτον ἐν τῇ βασιλείᾳ· ἔσχατον εἰς τὸ πιστεῦσαι, πρῶτον εἰς τὸ σωθῆναι καὶ στεφανωθῆναι; δίκαιον εἰπεῖν· „Ἔσονται οἱ ἔσχατοι πρῶτοι“· οὐδὲν γὰρ ὑστέρησε τῶν ὑπὲρ λίαν ἀποστόλων, τολμῶ εἰπεῖν· τόλμην καὶ τὸν λόγον νῦν ἐπεξέρχομαι, οὐ διὰ τὸ μὴ ἔχειν ἀποδείξεις, ἀλλὰ διὰ τὸν καιρὸν καὶ τὴν ἀκολουθίαν τοῦ λόγου μὴ συγχωρεῖν πλεὸν λέγειν· οὐ μόνον ὑπὲρ πάντα ἄνθρωπον εἶναι, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν νοητὴν κτίσιν· τῆς μὲν οὖν κτίσεως πρῶτον τῇ τιμῇ, τῶν δὲ ἐκλεκτῶν ἐκλεκτότερον.