# In sanctum Stephanum protomartyrem [Sp.] 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Stephanum protomartyrem [Sp.], Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-sanctum-stephanum-protomartyrem-sp/3.1

Καὶ μάθετε αὐτοῦ τῶν λόγων τὴν πεῖραν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Νεκρὸν ἡμῖν ἐπαπειλεῖται Δεσπότην, τεθνεῶτα ἡμῖν ἐπαγγέλλεται Κύριον. Ἰησοῦς ὁ Ναζωραῖος ἀναστήσεται, καὶ καταλύσει τὸν τόπον τοῦτον. Ἐφαντάσθη, φησὶν, οὗτος ὁ νεανίας· ἠγνόησε τοῦ περιβοήτου ναοῦ τὴν τέρψιν· διέλαθον αὐτὸν τῶν ἐν αὐτῷ τελεσθέντων οἱ πόνοι. Ἡ Σολομῶντος σοφία τοῦτον διέγραψε τὸν οἶκον· σύμμαχον ἔσχεν ὁ σοφὸς τὴν ἄνωθεν χάριν· πολλοὺς ἀγῶνας ἐν τῇ κτίσει ὑπέμεινε τοῦ ἔργου· καὶ ὀγδοήκοντα μὲν χιλιάδες ἐλατόμουν ἐν τῷ ὄρει· ἑβδομήκοντα δὲ χιλιάδες ἐξέτεμνον τὸ ξύλον· τριάκοντα χιλιάδες παρεκόμιζον τὸν λίθον· τρισχίλιοι ἑξακόσιοι ἐπεστάτουν τῷ ἔργῳ· φιλότιμον χεῖρα τῷ ἱερῷ ἐπεξέτεινε, καὶ ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσι μόλις ἠδυνήθη κατασκευάσαι τὸ ἔργον· καὶ οὗτος λέγει, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος καταλύσει τὸν τόπον [τοῦτον]· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ Καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Τὸ πανάγιον σάββατον ὑπ' ἐκείνου καταλυθήσεσθαι λέγει· τὴν ἔννομον περιτομὴν ὑπὸ τοῦ Ναζωραίου ἀνατραπήσεσθαι ἀπεφήνατο· τὰς νεομηνίας ἡμῶν ὡς εὐτελεῖς παραγράφεσθαι λέγει· τῶν Σκηνοπηγιῶν τὴν τέρψιν τὸν ἐκ Μαρίας οὐ διαδέχεσθαι κηρύττει· τὰς θυσίας ἡμῶν ἀπροσδέκτους παρὰ τῷ Θεῷ εἶναι φαντάζεται· τοὺς ῥαντισμοὺς καὶ τὰ συνήθη καθάρσια τὸν θανόντα ἀνατρέψαι ἀποφαίνεται. Τίς τοιγαροῦν οὐκ οἶδε τοῦ Ναζωραίου τὸ τέλος; πότε δὲ θνητὸς τοὺς ζῶντας ἀμύνασθαι δύναται; Ἡσαΐας ἐπρίσθη, καὶ οὐδαμοῦ ὁ τὰς δίκας εἰσπράττων· Ἱερεμίας ἐπνίγη, καὶ ἐπεξελθεῖν οὐκ ἠδυνήθη· ὁ Ναβουθὲ λίθοις ἀνῃρέθη, καὶ οὐδαμοῦ ὁ ἔκδικος τούτου· Ζαχαρίας ἐσφάγη, καὶ μένομεν ἕως τῆς δεῦρο ἀνέγκλητοι· καὶ τοῦ Ναζωραίου θανόντος ὑπέρμαχος ἵσταται οὗτος. Ὡς κριτὴν ἡμῖν τὸν νεκρὸν ἐπαπειλεῖται· ὡς δικαστὴν τὸν ἐν τύμβῳ καταγγέλλεται πλανώμενος. Εἶτα τούτων οὕτω ψευδῆ κατηγορούντων, Ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, βλοσυρὸν ὄμμα κατ' αὐτοῦ ἐκπέμψαντες, ὀφρύας ὀργῇ μεμεστωμένας κατ' αὐτοῦ ἀκοντίσαντες, ἐξ αὐτῆς τῆς θέας βουλόμενοι ἐκπλῆξαι τὸν ἀγωνιστὴν, ἐν τῇ ἑαυτῶν κακίᾳ τὸ προφητικὸν πληροῦντες λόγιον· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν· Ἀτενίσαντες εἰς αὐτὸν πάντες εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Ἡ γὰρ περὶ τὸ μαρτύριον χαρὰ προεκπηδῶσα τῆς ὄψεως, ἀγγελικὰς τῷ νεανίᾳ περιήστραπτε χάριτας. Καὶ διὰ τί τὸ πρόσωπον ἀγγέλου; Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Χριστοῦ, ὃν εἶπεν· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται· ἀλλ' εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. Οὕτως ἔλαμψαν Μωϋσῆς καὶ Ἠλίας ἐν τῷ ὄρει, ὅτε συνελάλουν τῷ Ἰησοῦ, ὥστε ἰδόντας τοὺς μαθητὰς πεσεῖν ἐπὶ πρόσωπον· οὕτω μέλλουσιν ἐκλάμπειν πάντες οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ τοῦ Πατρός. Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεὺς, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὢ λόγοι ὑποκρίσεως ἀνάμεστοι. ὢ ῥήματα ἐστολισμένα ἐπινοίᾳ καὶ φθόνῳ. Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ἐτόλμησας, φησὶν, ὦ ἄνερ, τὸν νομοθέτην ἐνυβρίσαι Μωϋσέα; εἰ ἄρα τῷ Θεῷ ἀντεστράτευσας ἀντίθεον; εἰ κατὰ τοῦ παναγίου ἀνερυθριάστως ἐλάλησας τόπου; εἰ τὸν ἐκ Θεοῦ δοθέντα νόμον ἄκυρον εἶναι ἐφαντάσθης; εἰ τὸν Ναζωραῖον ἐναλλάττειν τὰ Μωϋσέως ἐνόμισας; Μεγάλων κακῶν ἑαυτοῦ πρόξενος ἐγένου. Εἶτα πρὸς ταῦτα ὁ πρωτόμαρτυς· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἐχέτω, φησὶ, πᾶσα τέως ἡλικία τὴν προσήκουσαν ἑκάστῳ τιμήν. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἀκούσατε, οὐ λέγω, Πείσθητε· τὸ γὰρ ἄπιστον τῆς ὑμετέρας ἐπίσταμαι γνώμης· ἀλλ' Ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ἐν τῇ Μεσοποταμίᾳ. Οὐκ ἐν τῇ Ἱερουσαλὴμ, οὐκ ἐν τῷ περιβοήτῳ ναῷ, ἀλλ' Ἐν τῇ Μεσοποταμίᾳ, ὅπου κατείδωλος ὑπῆρχεν ὁ χῶρος, ἔνθα ἀθέοις ἡ πατρὶς συνεπνίγετο· ἐν τῇ Μεσοπο ταμίᾳ, ὅπου ξοάνοις ἀνεπέμπετο σέβας, ὅπου ξύλοις καὶ λίθοις τὸ πανάγιον ἐνετίθεσαν ὄνομα, ἐκεῖ αὐτῷ ὤφθη. ᾜδει γὰρ ὅτι ἐν ἀκάνθαις γίνεται ῥόδον, καὶ μέσον ζιζανίων εὐγενὴς ἀνατελεῖ σῖτος· ὥσπερ ὁ πολύαθλος Ἰὼβ ἐν τῇ ἀσώτῳ χώρᾳ τῇ Αὐσίτιδι ὡς ῥόδον ἐν ἀκάνθαις ὤφθη, καὶ ὡς κρίνον ἐν τριβόλοις, καὶ ὡς φωστὴρ ἐν τῷ σκότει τῆς ἀγνοίας ἔλαμπε ταῖς ἀρεταῖς, καὶ ὡς πύργος ἐν καταστροφῇ ἦν πάσαις ταῖς ἄνω δυνάμεσιν εὔδηλος, ἀπὸ γῆς εἰς οὐρανὸν τὰ κατορθώματα ἐπαύξων, ἀπὸ βάθους εἰς ὕψος τῆς δικαιοσύνης τοὺς καρποὺς ἐκπέμπων· ὅθεν ὀσφρανθεὶς αὐτῶν ὁ Θεὸς τὸν καρπὸν, ὡς καὶ τοῦ Νῶε μετὰ τὸν κατακλυσμὸν (Ὠσφράνθη γὰρ Κύριος ὀσμὴν εὐωδίας), ἐμαρτύρει τῷ ἰδίῳ θεράποντι· Ἰδοὺ ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, πρὸ τοῦ νόμου τὰ τοῦ νόμου πληρῶν· ἔχων γὰρ τὸν ἔμφυτον νόμον, οὐκ ἐδεήθη τοῦ γραπτοῦ· γνωστὰ γὰρ τῷ Θεῷ ἀπ' αἰῶνος πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα λέγει πρὸς τὸν Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Ἔξελθε ἐκ τῆς γῆς σου. Τί, φησὶ, πολύθεος χώρα τὸν τῶν ἐθνῶν περιέχει πατέρα; τί κατείδωλος πατρὶς περιέχει τὸν προπάτορα τοῦ ἔθνους; Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. Δυσχερῆ, ὡς ἐν ἀνθρώποις, τὰ προσταττόμενα τῷ πατριάρχῃ. Κατάλιπε, φησὶ, πατρίδα, ἄφες ὅλον τὸ γένος, ἀπόταξαι τῇ γῇ ἐν ᾗ ἐγεννήθης, χωρίσθητι πατρὸς καὶ τεκούσης. Ἀλλ' οὐδὲν τούτων τὸν πατριάρχην παρεσάλευσεν· οὐκ ἐλογίσατο καθ' ἑαυτὸν, οἷά γε θνητὸς, Ἄδηλά μοι, φησὶν, ὁ ὀφθεὶς ὑπισχνεῖται· ἀβέβαια ἐπαγγέλλεται οὗτος. Καταλίπω τοίνυν τὰ ἐν χερσὶ, καὶ τὰ ἀόρατα μεταδιώξω; ἀφιῶ τὰ ἐν ποσὶ, καὶ τὰ ἄδηλα ποθήσω; Ἀλλ' οὐδὲν τούτων ὁ πατὴρ τῶν ἐθνῶν ἐλογίσατο· ἀλλὰ προσετάγη, καὶ τῷ χωρισμῷ συνετίθετο· ἐντολὰς ἐλάμβανε, καὶ τὰ ἄδηλα ζητεῖν ἐπεπόθει. Πίστις γὰρ αὐτῷ τοῦτον ἀνέκαιε τὸν ἔρωτα. Τὰ γὰρ ἐπαγγελλόμενα τελείως κατανοήσας, πλέον πρὸς τὴν ἔξοδον τῆς πατρίδος ἐσπούδαζεν. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου. Ἐκ τῶν μηρῶν σου μέλλω, ἐκ σοῦ κατὰ σάρκα γεννᾶσθαι. Οὐδέν σοι τοιγαροῦν ὑπισχνοῦμαι· ἀρκεῖ σοι γὰρ μόνον, ἵνα πατήρ μου χρηματίσῃς. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Εἶτα τὰ κατὰ τὸν Ἀβραὰμ διηγησάμενος, ὅτι μιᾷ φωνῇ Θεοῦ ὑπήκουσε καλοῦντος, ὅτι προεῖπε τὴν τοῦ σπέρματος αὐτοῦ δουλείαν, καὶ ὅτι τετρακοσιοστὸν ἐν Αἰγύπτῳ δουλεύσουσιν ἔτος, καὶ ὅτι τῇ δεξιᾷ τοῦ Θεοῦ λυτρωθῶσι τῆς ἀνάγκης, καὶ ὅτι ἔδωκεν αὐτῷ περιτομῆς διαθήκην, λέγει λοιπὸν τὸν τοῦ Ἰσαὰκ παράδοξον τόκον, καὶ ὅτι τῇ ὀγδόῃ αὐτὸν περιέτεμε, καθὼς προσετάχθη. Ἔτι λέγει καὶ τὴν τοῦ Ἰακὼβ ἐκ τοῦ Ἰσαὰκ γένεσιν, καὶ ὅτι ὁ Ἰακὼβ δώδεκα πατριαρχῶν πατὴρ ἀνεδείχθη. Λέγει καὶ τὸν φθόνον πρὸς τοῦ Ἰωσὴφ τῶν συγγενῶν, καὶ τὴν πρᾶσιν αὐτοῦ τὴν ὑπὸ τῶν ἀδελφῶν ἐν Αἰγύπτῳ, καὶ ὅτι εὗρε χάριν καὶ σοφίαν παρὰ τῷ βασιλεῖ τῆς Αἰγύπτου, καὶ ὅτι μετὰ τὴν δουλείαν κύριος καὶ σοφὸς ἀνεδείχθη. Λέγει καὶ, ὅτι λιμὸς καθ' ὅλου, ὡς εἰπεῖν, ἀνεδείχθη τοῦ κόσμου, καὶ ὅτι Χαναὰν τῇ ἀπορίᾳ τῶν βρωμάτων τὰ οἰκεῖα φίλτατα προεδίδου, καὶ ὅτι ἐν δόξῃ ἐνεφάνισεν ἑαυτὸν Ἰωσὴφ τοῖς ἰδίοις συγγενέσι, καὶ ὅτι μετεκαλέσατο Ἰωσὴφ ἐν Αἰγύπτῳ Ἰακὼβ τὸν πατριάρχην, καὶ ὅτι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ὁ Ἰακὼβ ἐκεῖσε κατῆλθε, καὶ ὅτι ἐπληθύνθη Ἰσραὴλ εἰς ἄμετρον ἐν Αἰγύπτῳ, καὶ ὅτι ἕτερος ἀνέστη βασιλεὺς, τὸν Ἰωσὴφ ἀγνοήσας, καὶ ὅτι κατασοφισάμενος τὸ τοῦ Ἰσραὴλ ἐκάκωσεν ἔθνος, καὶ ὅτι τὰ ἄῤῥενα βρέφη ἔκδοτα παρέπεμπε τῷ Νείλῳ ποταμῷ. Λέγει δὲ καὶ τὴν γένεσιν Μωϋσέως τοῦ νομοθέτου, καὶ ὅτι παρὰ τῶν γονέων ἐν τῇ θήκῃ ἐῤῥίφη, καὶ ὅτι ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ τοῦ βασιλέως, καὶ ὅτι πάσῃ τῇ τῶν Αἰγυπτίων ἐπαιδεύθη σοφίᾳ, καὶ ὅτι δυνατὸς ἐν λόγοις ἐδείχθη καὶ ἔργοις, καὶ ὅτι μετὰ τὸ τεσσαρακοστὸν ἔτος ἀνῆλθεν εἰς ἐπίσκεψιν τοῦ ἔθνους, καὶ ὅτι εἶδεν Ἰσραηλίτην ἀδικούμενον, καὶ ἠμύνατο τὸν Αἰγύπτιον, καὶ ὅτι μαχομένοις Ἰσραηλίταις συνεβούλευσε φιλιάσαι, καὶ ὅτι ὑβρίσθη παρὰ ὁμοεθνοῦς, ὡς ἐργασάμενος φόνον, καὶ ὅτι ἔφυγεν εἰς γῆν Μαδιὰν διὰ τοῦτον τὸν λόγον, καὶ ὅτι ἐκεῖ δύο υἱῶν πατὴρ ἀνεδείχθη, καὶ ὅτι ἄγγελος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ ὤφθη, καὶ ὅτι εἶδε πυρὸς καὶ βάτου ἄμαχον φιλίαν, καὶ ὅτι φωνῆς οὐρανόθεν ἐπήκουσε θείας, καὶ ὅτι σύντρομος ἐγένετο μὴ τολμῶν κατανοῆσαι τὸ θαῦμα, καὶ ὅτι ἐκελεύσθη τῶν οἰκείων ποδῶν λῦσαι τὸ ὑπόδημα, καὶ ὅτι τὸν τόπον ἐν ᾧ ἔστη, γῆν ἤκουσεν ἁγίαν, καὶ ὅτι μετὰ σημείων τὸν λαὸν ἐξήγαγεν ἐξ Αἰγύπτου, καὶ ὅτι διὰ τῆς Ἐρυθρᾶς, ὡς διὰ τῆς ξηρᾶς, τὸν Ἰσραὴλ ἐστρατήγησε. Λέγει δὲ καὶ ἐν τῷ ὄρει τῶν ἀνόμων εἰδωλολατρείαν, ὅτι οἱ τῆς θαλάσσης ὁδοιπόροι μόσχῳ παρωμοίωσαν τὸ Θεῖον, ὅτι τῷ εἰδώλῳ τὰς κατ' Αἰγυπτίων ἀνέθηκαν νίκας. Λέγει αὐτοῖς καὶ τὴν ἐν Βαβυλῶνι αἰχμαλωσίαν τοῦ ἔθνους, καὶ τὴν τοῦ Δαυῒδ παρὰ τῷ Θεῷ εὐαρέστησιν, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ πατὴρ Χριστοῦ ἐχρηματίσθη. Λέγει δὲ καὶ τὸν ὑπὸ Σολομῶντος οἶκον κτισθέντα, καὶ ὅτι ὁ Θεὸς ἐν χειροποιήτοις οὐκ αὐλίζεται τόποις. Οὕτω τοιγαροῦν διεξελθὼν τὰς τῶν πατέρων ἱστορίας, λαβὼν εἰς συνεργίαν τὸ ἅγιον Πνεῦμα, τῶν κατ' αὐτῶν λοιπὸν ἀπάρχεται ὕβρεων, καί φησι· Σκληροτράχηλοι, ἀκαμπεῖς καὶ ἀδάμαστοι· ποία γὰρ ὀδύνη τὸν ὑμέτερον ἔκαμψεν αὐχένα; ποία ἀνάγκη τὸν ὑμέτερον ἔκλινε τράχηλον; οὐχὶ τετρακόσια ἔτη Φαραὼ ἐν Αἰγύπτῳ ἐδουλεύσατε; οὐχὶ ὄγδοον ὑμᾶς ἔτος ὁ Συρίας βασιλεὺς Χουσαρσὰθ εἰσεκτήσατο; οὐκ ὀκτωκαιδέκατον ἔτος ὑπὸ τὴν τῶν Μοαβιτῶν γεγόνατε βασιλείαν; οὐ πάλιν εἴκοσιν ὑπὸ τῶν Χαναναίων ἐδουλώθητε χρόνους; οὐχ ἕβδομον ἔτος αὖθις πάλιν Μαδιανίταις ὑπεκύψατε; οὐχὶ πάλιν ὀκτωκαιδέκατον ἔτος ὑπὸ Ἀμμωνιτῶν ἐκυριεύθητε; οὐχὶ τοῖς Φιλιστιεὶμ τεσσαράκοντα ὑπείξατε ἔτεσιν; οὐχὶ ἑβδομήκοντα τοῖς Βαβυλωνίοις ἐδουλεύσατε; οὐχὶ Σαλμανασὰρ ὑμᾶς εἰς τὰ ὄρη μετῴκισε Χαλδαίων; καὶ οὐδαμοῦ ἀνάγκη μεταβάλλουσα τὰς γνώμας ὑμῶν; Σκληροτράχηλοι, οὓς ὁ κόφινος οὐκ ἐδάμασεν Αἰγύπτου, οὓς οὐκ ἐμάλαξε τῶν ἀχύρων τὸ ἄχθος, οὓς οὐκ ἔκαμψε τῆς πλινθουργίας ἡ βία. Εἶτα, τούτων τῶν φωνῶν ἐπακούσαντες, Ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἔνθα τὸν βασιλέα ἐσταύρωσαν, ἐκεῖ καὶ τὸν στρατιώτην βάλλουσι λίθοις. Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἀλλὰ καὶ μετὰ λίθων βολὰς ὁ ἀγωνιστὴς ἀνεδέξατο νίκας, καὶ τοιαύτῃ φωνῇ πρὸς τὸν Κτίστην ἐκέχρητο· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Κύριε Ἰησοῦ, ὁ γνώμῃ Πατρὸς ἀναδεξάμενος πάθος, ὁ βουλῇ τοῦ τεκόντος θάνατον ὑπομείνας, δέξαι τὸ πνεῦμά μου. Χώρισον λοιπὸν τοῦ σώματος τὴν ψυχὴν, τὴν ἀσώματον μετάστησον, δέξαι τὸ πνεῦμά μου ἀρεταῖς κατεστεμμένον παντοίαις, δέξαι τὸ πνεῦμά μου· Τὸν γὰρ δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· διὸ αἰτοῦμαι, δέξαι τὸ πνεῦμά μου. Ἐν ὅσῳ γὰρ περίκειμαι τὸ φθαρτὸν σῶμα, δειλιῶ· ἐν ὅσῳ φορῶ τὴν γηΐνην σάρκα, φοβοῦμαι, μὴ μετὰ πόνους ἀπολέσω τοὺς πόνους· ἰλιγγιῶ, μὴ μετὰ πάλην ἀστεφάνωτος μείνω, μὴ μετὰ τοὺς ἀγῶνας ἀπολέσω τὰ βραβεῖα. Δέξαι οὖν τὸ πνεῦμά μου. Πενθήσῃ λοιπὸν ὁ διάβολος, ὡς ἀπολέσας τὴν νίκην· θρηνήσῃ ὁ ἀρχέκακος, ὡς πρὸς θνητὸν μὴ ἐξισχύσας· ὀδυρέσθωσαν οἱ ἀσώματοι, ὅτι οἱ ἐν σώματι γελῶσι τὰ πάθη. Δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς, ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται, ἑστὼς καὶ κατανευόμενος, ἀλλὰ Θεὶς τὰ γόνατα, εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα εἰπὼν ἐκοιμήθη. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος, ἀνάπαυσις τοῖς σοφοῖς ἡ νέκρωσις. Διὰ τοῦτο γὰρ ὕπνος ὁ θάνατός ἐστιν, ἵνα ὥσπερ ἐκ κάρου τινὸς ἐν τῇ ἀναστάσει διεγερθέντες, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· ὧν γένοιτο πάντας ἡμᾶς μεταλαβεῖν, χάριτι καὶ μεσιτείᾳ τοῦ Χριστοῦ, δι' οὗ δόξα τῷ Πατρὶ ἐν Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ, ὡς ἀπ' ἀρχῆς, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Stephanum protomartyrem [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg229.local001/.
