# In secundum domini adventum [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In secundum domini adventum [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-secundum-domini-adventum-sp/2.1

Ἀλλ' εἰσί τινες τῶν ἀνθρώπων τοσαύτης ἀνοίας πεπληρωμένοι, ὡς ψευδεῖς ἡγεῖσθαι τὰς θεοπνεύστους Γραφὰς, καὶ τὸ δίκαιον τοῦ Θεοῦ ἀλληγοροῦντες. Ἀκήκοα γάρ τινων φιλαμαρτημόνων, καὶ ὑπὸ πολλῆς φιληδονίας κατεχομένων, λεγόντων τοιαῦτα, ὅτι, φασὶν, Ὁ Θεὸς πρὸς φόβον τῶν ἀνθρώπων ἠπείλησε ταῦτα· μὴ γένοιτο γὰρ, ὅτι ἐλεήμων ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνωκότων αὐτόν. Ἀκούσατε οὖν οἱ ἀπολωλεκότες τὰς καρδίας ἄνθρωποι, οἱ τῇ ὑποβολῇ τοῦ μισοκάλου πειθόμενοι τοῦ χαίροντος ὑμῶν τῇ ἀπωλείᾳ. Ἵνα γὰρ μὴ φοβηθέντες εἰς χρηστὸν βίον ἑαυτοὺς μεταβάλωμεν, καὶ φύγωμεν τῆς κολάσεως τὰ βασανιστήρια, διὰ τοῦτο εἰς ταύτην ἡμᾶς ἤγαγε τὴν ἀφοβίαν· ὅπως ἐνταῦθα ἀμελήσαντες, εἰς αὐτὸν τὸν τοῦ ᾅδου πυθμένα ἑαυτοὺς ἐμβάλωμεν. Λέγετε οὖν μοι, οἱ ψεύστην τὸν Θεὸν ἀποφαίνοντες, οἱ ῥήματα μόνον ψιλὰ τὰς ἁγίας Γραφὰς λογιζόμενοι, καὶ οὐχὶ ἀλήθειαν, τί νομίζετε, ὦ ἀνόητοι; οὐχ ὁ πλούσιος ἐκεῖνος κολάζεται, ὁ τὸν Λάζαρον ὑπεριδών; οὐχὶ αἱ μωραὶ παρθένοι τοῦ νυμφῶνος ἐκβάλλονται; οὐχὶ οἱ μὴ θρέψαντες Χριστὸν, εἰς τὸ πῦρ ἀπέρχονται τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος, χεῖρας καὶ πόδας δεθεὶς ἐκβάλλεται εἰς τὸ πῦρ; οὐχὶ ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς; οὐ τὸ περὶ τῶν μοιχῶν εἰρημένον ἀλήθειά ἐστιν, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; ἢ ἀπειλαὶ μόνον ταῦτά εἰσι; Ναὶ, φησί. Καὶ πόθεν, εἴπατέ μοι ἄθλιοι, πρᾶγμα τοιοῦτον τολμᾶτε ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέροντες τὴν ἄδικον ψῆφον; Ἐγὼ δὲ καὶ ἀφ' ὧν εἴρηκε ὁ Χριστὸς καὶ ἀφ' ὧν πεποίηκε, τοὐναντίον ἀποδεῖξαι πειράσομαι. Εἰ γὰρ περὶ τῶν μελλουσῶν κολάσεων οὐ πιστεύομεν, κἂν ἀπὸ τῶν ἤδη γεγενημένων πιστεύσωμεν· οὐ γὰρ δὴ τὰ γεγενημένα καὶ εἰς ἔργον ἐξελθόντα ἀπειλαὶ καὶ ῥήματά εἰσι μόνον. Τίς οὖν τὴν οἰκουμένην κατέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν τοῦ γένους ἡμῶν πανωλεθρίαν παντὸς ἐποίησε; τίς πάλιν μετὰ ταῦτα τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατέστρωσε; τίς τὴν συναγωγὴν Ἀβιρὼν κατέφλεξε; τίς τοὺς περὶ Κορὲ καὶ Δαθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ Δαυΐδ; τίς τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ νυκτὶ ἐθανάτωσεν ἐπὶ τῆς προφητείας Ἡσαΐου; Εἴπω καὶ τοὺς κατ' ἰδίαν κολασθέντας, τὸν διηνεκεῖ παραδοθέντα τιμωρίᾳ Κάϊν, τὸν καταλευσθέντα μετὰ παντὸς τοῦ γένους Χάρμην, τὸν ὑπὲρ συλλογῆς ξύλων τὸ αὐτὸ παθόντα ἐν σαββάτῳ, τοὺς ἐπὶ Ἐλισσαίου τεσσαράκοντα καὶ δύο παῖδας τοὺς ὑπὸ τῶν θηρίων δαπανηθέντας, καὶ μηδὲ ἀπὸ τῆς ἡλικίας τυχόντας συγγνώμης; Εἰ δὲ καὶ μετὰ τὴν χάριν τοιαῦτα ἰδεῖν ἐθέλοις, ἐννόησον, ὅσα ἔπαθον οἱ Ἰουδαῖοι, πῶς τὰ ἴδια τέκνα κατέφαγον αἱ γυναῖκες αὐτῶν, οἱ μὲν ὀπτῶσαι, αἱ δὲ καὶ ἄλλως δαπανῶσαι· πῶς λιμῷ παρεδόθησαν ἀνηκέστῳ, καὶ πολέμοις ποικίλοις καὶ χαλεποῖς, ὡς πάσας τὰς ἔμπροσθεν τραγῳδίας ἀποκρύψαι τῇ τῶν οἰκείων ὑπερβολῇ συμφορῶν. Ὅτι γὰρ ὁ Χριστὸς αὐτοὺς ταῦτα εἰργάσατο, ἄκουσον αὐτοῦ ταῦτα προλέγοντος, καὶ διὰ παραβολῶν, καὶ σαφῶς καὶ ἀνακεκαλυμμένως· διὰ παραβολῶν μὲν, ὡς ὅταν λέγῃ· Τοὺς δὲ μὴ θέλοντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε καὶ κατασφάξατε· καὶ διὰ τοῦ ἀμπελῶνος, καὶ διὰ τοῦ γάμου· σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν λέγῃ ἀπειλῶν, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ ἔσται συνοχὴ ἐπὶ τῆς γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου, καὶ Ἔσται θλίψις τοιαύτη, οἵα οὐ γέγονε πώποτε, οὐδὲ μὴ γένηται. Καὶ ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα ὑπὲρ κλοπῆς ὀλίγων ἀργυρίων ὅσην ἔδωκαν δίκην, ἅπαντες ἴστε. Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾶτε, ὅσας ὑποφέρομεν ἁμαρτάνοντες; ἢ οὐδὲ ταῦτα γεγένηται; Οὐχ ὁρᾶτε καὶ νῦν τοὺς λιμῷ τηκομένους, τοὺς ἐλέφαντι καὶ λώβῃ σώματος κατεχομένους, τοὺς πενίᾳ διηνεκεῖ συζῶντας, τοὺς μυρία ἀνήκεστα καὶ θλιβερὰ πάσχοντας; Πῶς οὖν ἂν ἔχοι λόγον τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ οὐκ ἄδικος ὁ Θεὸς, ὡσπεροῦν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δίκην δώσεις ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ὑμῶν τὰ ψυχρὰ ῥήματα, πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεός· ἵνα, ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας· καὶ ἐπειδὴ τὰ παλαιὰ οὐχ οὕτως ἡμᾶς φοβεῖ, τοῖς ἐφ' ἑκάστης γενεᾶς συμβαίνουσι τοὺς κατὰ καιρὸν διορθοῦται ῥᾳθυμοῦντας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In secundum domini adventum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg249.local001/.
