# In secundum domini adventum [Sp.] 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In secundum domini adventum [Sp.], Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-secundum-domini-adventum-sp/4.1

Εἰ δὲ περὶ τούτων τῶν εἰρημένων δώσομεν δίκην, πολλῷ μᾶλλον ὑπὲρ τῶν ῥημάτων τούτων δώσουσιν εὐθύνας ἐπὶ τοῦ βήματος ἐκείνου τοῦ φοβεροῦ οἱ τὰ φοβερὰ καὶ φρικώδη διασύροντες τοῦ Χριστοῦ ἐντάλματα, καὶ πολλῶν τὸν τόνον τῶν σπουδάζειν βουλομένων ἐκλύοντες, καὶ οὐδὲ τοὺς βαρβάρους Νινευΐτας μιμούμενοι. Ἐκεῖνοι γὰρ καίτοι τούτων πάντων ὄντες ἄπειροι, ἀκούσαντες ὅτι ἡ πόλις καταστραφήσεται, οὐ μόνον οὐκ ἠπίστησαν, ἀλλὰ καὶ ἐστέναξαν, καὶ σάκκον περιεβάλοντο καὶ συνεχύθησαν· καὶ οὐ πρότερον ἀπέστησαν πάντα ποιοῦντες, ἕως ἂν ἔλυσαν τὴν ὀργὴν καὶ τὴν ἀγανάκτησιν τοῦ Θεοῦ. Σὺ δὲ ὁ Χριστιανὸς ὁ τοσαύτην λαβὼν πεῖραν πραγμάτων καὶ ῥημάτων, ἐξουδενοῖς τὰ εἰρημένα ὑπὸ τοῦ Χριστοῦ; Οὐκοῦν ἔσται σοι τὰ ἐναντία. Ὥσπερ γὰρ οἱ Νινευῗται φοβηθέντες τὰ ῥήματα, οὐχ ὑπέμειναν τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν· οὕτω καὶ σὺ τῆς ἀπὸ τῶν ῥημάτων καταφρονῶν ἀπειλῆς, τὴν ἀπὸ τῶν πραγμάτων ὑποστήσεις κόλασιν. Οὐχ ὁρᾷς τί πεποίηκεν ἐνταῦθα ὁ Χριστός; πῶς δύο λαβὼν λῃστὰς, οὐ τῶν αὐτῶν αὐτοὺς ἠξίωσεν, ἀλλὰ τὸν μὲν εἰς βασιλείαν εἰσήγαγε, τὸν δὲ εἰς γέενναν ἔπεμψε; Καὶ τί λέγω λῃστὴν καὶ ἀνδροφόνον; Οὐδὲ γὰρ τοῦ μαθητοῦ αὐτοῦ ἐφείσατο, ἐπειδὴ προδότης ἐγένετο, ἀλλὰ καὶ ἐπὶ βρόχον ὁρῶν ὁρμῶντα αὐτὸν, καὶ ἀγχόμενον καὶ μέσον ῥηγνύμενον (καὶ γὰρ Ἐλάκησε μέσος, καὶ τὰ σπλάγχνα αὐτοῦ ἐξεχύθη πάντα)· ἀλλ' ὅμως ἅπαντα ταῦτα παθεῖν αὐτὸν συνεχώρησεν, ἀπὸ τῶν παρόντων πείθων σε καὶ περὶ τῶν ἐκεῖ πάντων. Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς, ἄνθρωποι, τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γάρ εἰσι ταῦτα τὰ νοήματα. Εἰ γὰρ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι, καὶ ἥμεροι καὶ βάρβαροι, τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι, πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τὰ ἐναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τούς τε ἀγαθοὺς καὶ τοὺς πονηρούς; Πότε δὲ καὶ ἀπαλλαγήσονται τῆς κακίας οἱ πονηροί; Ὅταν γὰρ προσδοκῶσι νῦν κόλασιν, καὶ μεταξὺ τοσοῦτον φόβον ἔχωσι τὸν ἀπὸ τῶν δικαστῶν καὶ τῶν νόμων, καὶ οὐκ ἀφίστανται τῆς πονηρίας· ὅταν ἀπελθόντες ἐκεῖ καὶ τὸν φόβον τοῦτον ἀπόθωνται, καὶ μὴ μόνον εἰς γέενναν οὐκ ἐμπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Τοῦτο οὖν φιλανθρωπίας, εἰπέ μοι, τὸ τὴν πονηρίαν ἐπιτείνειν; τὸ τῇ κακίᾳ ἆθλον τιθέναι; τὸ τῶν αὐτῶν ἀξιοῦν τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὸν πιστὸν καὶ τὸν ἀσεβῆ, τὸν ἐλεήμονα καὶ τὸν ἀπάνθρωπον; Εἰ μὲν γὰρ μηδὲν μέλει τῷ Θεῷ μηδὲ ἁμαρτανόντων ἡμῶν, μήτε κατορθούντων, ἴσως ἔχει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην σπουδὴν ποιεῖται ὁ Θεὸς, ὥστε μηδὲ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν ἡμᾶς τὰς ἐντολὰς, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ μοι σκόπει τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, πλεονέκτας, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἐὰν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἐχρῆν καὶ θαυμάζειν. Ἀλλ' ὢ τῆς ἀνοίας. ὢ τῆς ἀλόγου καὶ ἀναιδοῦς γνώμης. ὢ φιλαμαρτήμονος καὶ φιληδόνου, καὶ πρὸς κακίαν ῥεπούσης ψυχῆς. Καὶ γὰρ ἀπὸ πολλῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται· ὡς εἴ γε βουληθεῖεν οἱ τὰ τοιαῦτα λέγοντες ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης πεισθήσονται, καὶ οὐκ ἀμφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι περὶ τούτου μέλει; Τὸ γὰρ ζητούμενον ἐστὶ δεῖξαι, ὅτι ἔστιν· ὅπου δὲ ταμιεύεται, καὶ ἐν ποίῳ χωρίῳ, μὴ ζήτει. Τινὲς μὲν γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ ἐστιν ἡ γέεννα, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος. Καὶ γὰρ ἐν τῇ κοιλάδι Ἰωσαφὰτ κρίσει δικαίᾳ τιμωρῶν τοὺς ἐναντίους ἄρδην ἀπώλεσεν, ὧν ἐπὶ ἑπταετῆ χρόνον ἤρκεσεν εἰς καῦσιν τὰ ὅπλα τοῖς τὴν Ἱερουσαλὴμ κατοικοῦσι. Καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκουσιν· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησι. Καὶ ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου παντὸς τούτου. Καθάπερ γὰρ τῶν βασιλέων τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω καὶ τῆς οἰκουμένης ταύτης ἔξω πού ἐστιν ἡ γέεννα. Μὴ ζητῶμεν τοίνυν ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγωμεν, μηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει ὁ Θεὸς, διὰ τοῦτο ἀπιστῶμεν τοῖς μέλλουσι· φιλάνθρωπος γάρ ἐστι, καὶ μακροθυμεῖ· καὶ διὰ τοῦτο τέως ἀπειλεῖ, καὶ οὐκ εὐθέως κολάζει· Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἰ δὲ μή ἐστι θάνατος ἁμαρτωλοῦ, περιττὸν τὸ εἰρημένον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In secundum domini adventum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg249.local001/.
