Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In secundum domini adventum [Sp.] 5.1
Not analysed yet
Καὶ οἶδα μὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑμῖν τῶν λόγων· ἀλλ' ἐμοὶ τούτων οὐδέν ἐστιν ἡδύτερον. Εἴθε γὰρ ἦν ἀεὶ καὶ διὰ παντὸς περὶ γεέννης διαλέγεσθαι ἡμᾶς, καὶ ἀριστοποιουμένους, καὶ δειπνοῦντας, καὶ λουομένους. οὐδὲ γὰρ ἂν ἠλγήσαμεν τοῖς ἐνταῦθα δεινοῖς, οὐκ ἂν ἥσθημεν τοῖς χρηστοῖς. Τί γάρ μοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχμαλωσίαν, πήρωσιν σώματος; Ἀλλὰ πάντα ταῦτα γέλως εἰσὶ πρὸς τὴν ἐκεῖ κόλασιν. Κἂν τοὺς δι' ὅλου βασανιζομένους λιμῷ λέγῃς· κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωμένους καὶ προσαιτοῦντας, τρυφὴ ταῦτά εἰσι πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν, ἀγαπητοὶ, στρέφωμεν τοὺς περὶ τούτων λόγους, καὶ ἐν διανοίᾳ, καὶ ἐπὶ γλώττης· οὐ γὰρ ἀφίησιν ἐμπεσεῖν εἰς γέενναν τὸ μεμνῆσθαι γεέννης. Οὐκ ἀκούεις Παύλου λέγοντος, Οἵτινες δίκην τίσουσιν αἰώνιον ἀπὸ προσώπου Κυρίου; Οὐκ ἀκούεις οἷος ὁ Νέρων ἐγένετο, ὃν καὶ μυστήριον τοῦ Ἀντιχρίστου καλεῖ ὁ Παῦλος; Τὸ γὰρ μυστήριον, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Τί οὖν; οὐδὲν πείσεται ὁ Νέρων ὁ Πέτρον καὶ Παῦλον τιμωρήσας; οὐδὲν πείσεται ὁ Ἀντίχριστος, οὐδὲν ὁ διάβολος; Οὐκοῦν ὁ Ἀντίχριστος καὶ ὁ διάβολος οὐκ ἀποστήσονταί ποτε τῆς κακίας, μὴ κολαζόμενοι. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν ἔστι κόλασις καὶ γέεννα, παντί που δῆλον· οἱ δὲ ἄπιστοι ἐμπεσοῦνται μόνοι. Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι, φησὶν, οἱ πιστοὶ τὸν Δεσπότην ἐπέγνωσαν τὸν ἑαυτῶν. Καὶ τί τοῦτο; ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, μείζονα καὶ διὰ τοῦτο δώσουσι δίκην τῶν ἀπίστων· Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· καὶ, Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλά. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι δίκην, ἀλλ' ἁπλῶς ταῦτα εἴρηται, οὐδὲ ὁ διάβολος τιμωρηθήσεται. Καὶ γὰρ τὸν Θεὸν οἶδε, καὶ ἀνθρώπων μᾶλλον πολλῷ· καὶ οἱ δαίμονες δὲ πάντες καὶ ἴσασιν αὐτὸν, καὶ φρίττουσι, καὶ κριτὴν αὐτὸν ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον, οὐδὲ πονηρῶν πράξεων, διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν; μήτοιγε βιωτικά; πῶς δὲ πάλιν ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην; καὶ, Ἀνεκτότερον ἔσται τῇ γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς πράγμασι; τί ἀπατᾷς σεαυτὸν, καὶ παραλογίζῃ τὴν ψυχήν σου, ἄνθρωπε; τί δὲ καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀντιμάχῃ; Διὰ γὰρ τοῦτο καὶ ἡτοίμασε τὴν γέενναν, καὶ ἠπείλησεν, ἵνα μὴ ἐμπέσωμεν ἐν αὐτῇ, τῷ φόβῳ βελτίους γενόμενοι. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον οὐδὲν ἕτερον λανθάνει ποιῶν ἢ εἰς αὐτὴν τὴν γέενναν ἑαυτὸν ὠθεῖ, καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων, μηδὲ ἐπιτείνῃς τὴν ῥᾳθυμίαν τῶν καθευδόντων. Εἰ γὰρ πεισθεῖεν οἱ πολλοὶ, ὅτι γέεννα οὐκ ἔστι, πότε ἀποστήσονται τῆς κακίας; ποῦ δὲ τὸ δίκαιον φανεῖται; Οὐ λέγω ἐπὶ ἁμαρτωλῶν καὶ δικαίων, ἀλλ' ἐπὶ ἁμαρτωλῶν καὶ ἁμαρτωλῶν. Διὰ τοῦτο ὁ μὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁμαρτάνων, ἢ καὶ χαλεπώτερα πολλῷ. Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων ἀπολογήσασθαι δυνήσεται τοῖς ἐγκαλοῦσι. Διὸ παρακαλῶ πάντας ὑμᾶς παυσαμένους τοῦ γέλωτος τούτου τοῦ σατανικοῦ, ἐπιστομίζειν τοὺς ὑπὲρ τούτων ὑμῖν ἀντιλέγοντας. Καὶ γὰρ καὶ τῶν σμικροτάτων ἐν τοῖς ἁμαρτήμασι καὶ ἐν τοῖς κατορθώμασιν ἀκριβὴς ἔσται ἡ ἐξέτασις. Καὶ γὰρ καὶ ὀφθαλμῶν ἀκολάστων δώσομεν δίκην, καὶ ῥήματος ἀργοῦ, καὶ γέλωτος ἀτάκτου, καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυμήσεως κακῆς, καὶ μέθης εὐθύνας ὑφέξομεν· ὡς πάλιν ἐν τοῖς ἀγαθοῖς καὶ ποτηρίου ψυχροῦ ληψόμεθα μισθὸν, καὶ λόγου ἀγαθοῦ, καὶ στεναγμοῦ μόνου. Δὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ πρόσωπον τῶν στεναζόντων καὶ κατοδυνωμένων. Πῶς οὖν τολμᾷς εἰπεῖν, ὅτι μετὰ τοσαύτης ἀκριβείας ἐξετάζων τὰ ἡμέτερα ὁ Θεὸς ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν ἠπείλησε; Μὴ, παρακαλῶ, μὴ, δέομαι ὑμῶν, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσιν ἑαυτοὺς ἀπολέσητε καὶ τοὺς πειθομένους ὑμῖν. Εἰ γὰρ τοῖς ἡμετέροις λόγοις ἀπιστεῖτε, ἐξετάσατε Ἰουδαίους, Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκριθήσονται, ὅτι κρίσις ἔσται καὶ ἀνταπόδοσις. Ἀλλ' οὐκ ἀρκοῦσιν οἱ ἄνθρωποι; Ἐρώτησον καὶ τοὺς δαίμονας αὐτοὺς, καὶ ἀκούσῃ λεγόντων αὐτῶν· Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ ἅπαντα ταῦτα συναγαγόντες, πείσατε ἑαυτοὺς μὴ μάτην λαλεῖν· ἵνα μὴ διὰ τῆς πείρας μάθητε τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθέντες τὰς βασάνους ἐκείνας δυνήσησθε ἐκφυγεῖν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.