Ancient Greek · ~24 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In venerandum crucem [Sp.] 1.1
Not analysed yet
Σταυροῦ πρόκειται σήμερον ἑορτὴ, χορὸς ἀγγέλων σκιρτάτω· σταυροῦ θέατρον ἔρχεται, δῆμος βροτῶν προσκυνείτω· σταυροῦ τὸ θεῖον ὑψοῦται κράτος, πλῆθος δαιμόνων φυγαδευέσθω. Ἀλλ', ὦ θεῖε σταυρὲ, τὸ τῶν ἀγγέλων ἄῤῥητον θέαμα, τὸ τῶν βροτῶν καύχημα, τὸ σκῆπτρον τὸ βασιλικόν. ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι, χαρμόσυνά τε καὶ νικητήρια τῆς ἡμῶν γε φέροντι σωτηρίας· διὰ σοῦ πύλαι παραδείσου κλεισθεῖσαι πάλιν ἀνοίγονται, διὰ σοῦ τέθραυσται τὸ κράτος τοῦ θανάτου, διὰ σοῦ ᾅδης ἐσκύλευται, διὰ σοῦ οἱ νεκρωθέντες ζωῆς κατηξίωνται, διὰ σοῦ ὁ λῃστὴς ἐν παραδείσῳ χορεύει καὶ ἀγάλλεται, διὰ σοῦ συνῆπται τὰ οὐράνια τοῖς ἐπιγείοις· διὰ σοῦ ἐπίγνωσις ἀληθείας, διὰ σοῦ βάπτισμα ἀναγεννήσεως δεδώρηται, διὰ σοῦ ἄφεσις ἁμαρτιῶν κεχάρισται τοῖς ἀνθρώποις, διὰ σοῦ ἐσφράγισται ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος, διὰ σοῦ Ἐκκλησίαι σημειούμεναι, οἶκοι Θεοῦ χρηματίζουσι· διὰ σοῦ σώματος καὶ αἵματος Χριστοῦ ἀπολαύομεν, διὰ σοῦ υἱοὶ Θεοῦ καὶ κληρονόμοι βασιλείας οὐρανῶν γενέσθαι καταξιούμεθα, διὰ σοῦ πανηγύρεις καὶ ἑορταὶ καταφαιδρύνονται καὶ καταλάμπονται. Καὶ ποία ἂν γλῶσσα διεξελθεῖν ἰσχύσειεν, ὅσα καὶ οἷα διὰ σοῦ Χριστὸς ὁ Θεὸς ἐδωρήσατο τῷ γένει τῶν ἀνθρώπων; Ἐπεὶ δὲ ταῦτα, πληθὺς ἡγιασμένη καὶ φιλέορτος, διὰ τοῦ λόγου ἐπέγνωμεν, λευκαῖς δὲ καρδίαις καὶ καθαροῖς στόμασι περιπτυξώμεθα τὸ σεβάσμιον καὶ ζωοποιὸν ξύλον, ἐν ᾧ προσεπάγη Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ παλάμαι θεῖαι ἥλοις συνεπάρησαν, ἐν ᾧ τὴν λόγχην διὰ τῆς πλευρᾶς διήλασαν οἱ Κυριοκτόνοι, καὶ τὴν γεῦσιν τοῦ ὄξους χολῇ μεμιγμένην προσεπότισαν· παριόντες δὲ καὶ παραπορευόμενοι, ἐκίνουν τὰς κεφαλὰς, χλευάζοντες καὶ λέγοντες, Οὐαί. Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομεν αὐτῷ. Ταῦτα ἡ τῶν Ἑβραίων ὁμήγυρις ἡ ἀγνώμων καὶ πεπωρωμένη, ἡ τῶν θείων τεραστίων ἀπολαύσασα τῆς εὐεργεσίας· ἡμεῖς δὲ πιστῶς προσκυνήσωμεν τὰ ζωοποιὰ τοῦ Χριστοῦ πάθη, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἐκ τῶν νεκρῶν τριήμερον ἔγερσιν· ἵνα καὶ συναναστῶμεν, καὶ συνδοξασθῶμεν, εἴπερ συμπάσχομεν, καθὼς τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος ὁ θεῖος προηγόρευσεν. Ἐν τούτοις καὶ πρὸς τούτοις συγκαλεῖται γοῦν σήμερον ἡμᾶς ὁ ἑορταζόμενος πανάγιος σταυρὸς, καὶ ταῦτα τὰ ἄφθαρτα καὶ ἀείζωα ἐδέσματα πᾶσιν ὁμοίως ἐπιτρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρήμοις. Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ' ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα κατὰ τὸν Κυρίου λόγον, μὴ σκυθρωπάζοντες ὡς ὑποκριταὶ, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτηδεύτως διαδεικνύντες. Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγεῖσθε τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερον τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν· τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ οἱ πολλοὶ καταδέχονται· φοβοῦμαι δὲ τὴν μέθην, ἣν ὥσπερ τινὰ κλῆρον πατρῷον οἱ φίλοινοι ἰδιάζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τίς οὕτως ἀνόητος, ὥστε πρὶν ἄρξασθαι πίνειν, τὰ τῶν μεθυόντων παραφρονεῖν; οὐκ οἶδας, ὅτι γαστὴρ παρακαταθήκην οὐ διασώζει; Γαστὴρ ἀλλάκτης ἐστὶν ἀπιστότατος, ταμιεῖον ἀφύλακτον πολλῶν ἐναποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Ὅρα, μὴ καὶ σοὶ αὔριον ἀπὸ μέθης ἐλθόντι τὰ νῦν ἀναγνωσθέντα λεχθῇ· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος. Τί μιγνύεις τὰ ἄμικτα; τίς μετοχὴ νηστείας πρὸς μέθην; τίς κοινωνία τῆς οἰνοφλυγίας πρὸς τὴν ἐγκράτειαν; Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ναὸς μὲν γὰρ Θεοῦ εἰσιν, οἷς τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ· ναὸς δὲ εἰδώλων, οἱ διὰ τῆς μέθης τὸν συρφετὸν, τῆς ἀκολασίας κόρον ὑποδεχόμενοι. Ἡ σήμερον ἡμέρα προπύλαιόν ἐστι τῶν νηστειῶν· οὐ δήπου δὲ ὁ ἐν τοῖς προθύροις βεβηλωθεὶς ἄξιός ἐστιν εἰσελθεῖν εἰς τὰ ἅγια. Οὐδεὶς οἰκέτης ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην, τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται. Μέθη ἔχθρα ἐστὶν εἰς Θεόν· νηστεία δὲ ἀρχὴ μετανοίας. Εἰ οὖν βούλει διὰ τῆς ἐξομολογήσεως ἐπανελθεῖν πρὸς τὸν Θεὸν, φεῦγε τὴν μέθην, μή σοι χαλεπωτέραν κατασκευάσῃ τὴν ἀλλοτρίωσιν. Οὐ μέντοι ἐξαρκεῖ καθ' ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Ἀληθὴς νηστεία ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχὴ, ἐπιθυμιῶν χωρισμὸς, καταλαλιᾶς, ψεύδους καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστὶν ἀληθής. Ἐν τούτοις μὲν οὖν ἡ νηστεία καλόν. Κατατρυφήσωμεν δὲ τοῦ Κυρίου ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Πνεύματος, καὶ ἐν τῇ ἀναλήψει τῶν σωτηρίων νομίμων, καὶ ἐν πᾶσι τοῖς διορθωτικοῖς τῶν ψυχῶν ἡμῶν δόγμασιν. Ἀπὸ μέντοι τῆς ἐν τῷ κρυπτῷ νηστείας φυλαξώμεθα, περὶ ἧς καὶ ὁ προφήτης ἐπεύχεται λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου· καὶ τὸ, Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Οὐ γὰρ ἂν περὶ αἰσθητῶν ἄρτων εἶπεν, ὁ εἰδὼς τοὺς παῖδας τοῦ πατριάρχου Ἰακὼβ ἄρτων ἕνεκεν καταβάντας εἰς Αἴγυπτον, ἀλλὰ περὶ τῆς πνευματικῆς λέγει τροφῆς, καθ' ἣν ὁ ἔσω ἄνθρωπος τελειοῦται. Μὴ ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ τοῖς Ἰουδαίοις ἀπειληθεῖσα νηστεία· Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ὃν διὰ τοῦτο ἐπήγαγεν ὁ δίκαιος κριτὴς, ἐπειδὴ ἑώρα αὐτῶν τὸν μὲν νοῦν ἐν τῇ ἀτροφίᾳ τῶν τῆς ἀληθείας διδαγμάτων λιμαγχονούμενον, ὑπερπιαινόμενον δὲ αὐτῶν καὶ κατασαρκούμενον τὸν ἕξω ἄνθρωπον. Πάσας τοίνυν τὰς ἐφεξῆς ἡμέρας ἑστιάσει ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἑωθιναῖς τε καὶ ἑσπεριναῖς εὐφροσύναις. Μηδεὶς ἑκουσίως ἀπολειπέσθω τῆς πνευματικῆς εὐωχίας, πάντες μετάσχωμεν τοῦ νηφαλίου τῶν πεμμάτων ἐπιτηδεύων. Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Πάντως ποτὲ καὶ οἱ φορολόγοι τοῖς ὑποχειρίοις ἐλευθεριάσαι μικρὸν ἐπιτρέπουσι. Δότω τινὰ εὐκαιρίαν καὶ ἡ γαστὴρ τῷ στόματι, δότω· σπεισάσθω πενθημέρους σπονδὰς ἡμῖν ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων. Νηστεία δανείου φύσιν οὐκ οἶδεν, οὐκ ὄζει τόκων τράπεζα τοῦ νηστεύοντος, οὐκ ἄγχουσιν ὀρφανὸν νηστευτοῦ παιδοτόκοι πατρῷοι, ὥσπερ ὄφεις περιπλεκόμενοι. Καὶ ἄλλως δὲ, ἀφορμὴ εἰς εὐφροσύνην ἐστὶ τὸ νηστεύειν. Ὡς γὰρ ἡ δίψα ἡδὺν τὸν πότον εὐτρεπίζει, καὶ λιμὸς προηγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν, οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ νηστεία φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν ποιήσει φανῆναι, ὥσπερ ἀπόδημον.