# Interpretatio in Danielem prophetam [Sp.] ΚΕΦΑΛ. ϛʹ.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.], ΚΕΦΑΛ. ϛʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/interpretatio-in-danielem-prophetam-sp/%CE%9A%CE%95%CE%A6%CE%91%CE%9B.%20%CF%9B%CA%B9.1

Καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ. Καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιὴλ ἐκ τῆς βασιλείας. Καὶ πᾶσαν πρόφασιν καὶ παράπτωμα οὐχ εὗρον κατ' αὐτοῦ, ὅτι πιστὸς ἦν· τουτέστι καὶ εὔνους τῷ βασιλεῖ ἦν. Ἢ, Ὅτι πιστὸς ἦν· τουτέστι, ἐθάῤῥει τῷ Θεῷ, κἀκεῖνος πάντα ἐκυβέρνα· Θεοῦ δὲ κυβερνῶντος, τίς ἂν γένοιτο βλάβη; Τί οὖν φησι; Εἶπον οἱ τακτικοὶ ἐκεῖνοι, Οὐχ εὑρήσομεν κατὰ Δανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐτοῦ. Οὐδὲν, φησὶ, δυνατὸν εὑρεῖν. Διὰ τί; Μὴ οὐκ ἄνθρωπός ἐστιν; ἐν πᾶσιν ἄπταιστος γέγονεν; Τὸ μέλλον ἄδηλον, καὶ ὑπὲρ τῶν μελλόντων πῶς ἀποφαίνεσθε; Καί φησι, Πεῖραν ἐλάβομεν ἀπὸ τῶν πραγμάτων. Εἰ μὴ ἐν νομίμοις, φησὶ, Θεοῦ αὐτοῦ, οὐχ εὑρήσομεν πρόφασιν. Καὶ μὴν ἐκεῖ ἄληπτος πολλῷ πλέον. Συγχωρεῖ τὸν πειρασμὸν ὁ Θεὸς πρὸς δοκιμήν. Μὴ γὰρ οὐκ ἠδύνατο κωλῦσαι τὴν κακίαν ἐκείνων; Ἀλλ' ἵνα διὰ τούτου μάθῃς, καὶ τοῦτον θαυμάσῃς, οὐ φθονεῖ τοῦ στεφάνου τοῖς οἰκέτοις αὐτοῦ. Τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ, καὶ εἶπον αὐτῷ· Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. Συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι, τοῦ στῆσαι στάσει βασιλικῇ, καὶ ἐνισχῦσαι ὁρισμὸν, ὅπως ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ ἢ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων. Νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν, καὶ ἔκθες γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ Περσῶν, ὅπως ἂν μὴ παραγραφῇ κατέναντι τούτου. Τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξε γραφῆναι τὸ δόγμα. Ὅρα τί ποιοῦσι, πῶς ἀλόγιστον δόγμα ἐσπούδαζον στῆσαι. Καὶ κατὰ σπουδὴν τοῦτο αἰτοῦσι. Τὸ μὲν γὰρ λέγειν, Ὃς ἂν αἰτήσῃ παρὰ ἀνθρώπου, λόγον εἶχεν; Ἀλλ' ἐδόκουν σοφίζεσθαι τὸν λόγον τῆς αἰτήσεως τῷ βραχεῖ χρόνῳ. Ποία ὑπόθεσις αὕτη; διὰ τί τοῦτο εἶπες; Ἔδοξε, φησί· πάντες συνελθόντες τοῦτο ἐκυρώσαμεν, ὥστε ἐν τριάκοντα ἡμέραις παρὰ σοῦ μόνου αἰτεῖν. Ὦ βαρβαρικὸν αἴτημα· ὦ πολλῆς ἀλογίας γέμουσα χάρις, αὐτὸν τὸν δοκοῦντα τιμᾶσθαι καταισχύνουσα. Εἰ μὲν γὰρ τοῦτο καλὸν, ἔδει διηνεκὲς τοῦτο εἶναι· εἰ δὲ φαῦλον, οὐδὲ τὰς τριάκοντα ἡμέρας. Πάλιν εἰ καλὸν, τί τὸ πλῆθος προβάλλεσθε; Καὶ γὰρ χωρὶς τούτου ἐπινεῦσαι δεῖ· εἰ δὲ φαῦλον, οὐδὲ πάσης τῆς οἰκουμένης κελευούσης ὑπείκειν ἐχρῆν. Οὐ προεῖδε τὸν δόλον ὁ βασιλεύς· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα. Ὥρισε γὰρ, καὶ γράμμασιν αὐτὸν [f. αὐτὸ] ἠσφαλίσαντο, ὥστε μηδὲ βουλομένῳ μετὰ ταῦτα γενέσθαι καιρὸν τοῦ ἀνανεῦσαι. Τί οὖν ἀκούσας φησὶν ὁ Δανιήλ; Οὐκ ἐταράχθη, οὐ προσέθηκεν, οὐκ ἀφεῖλεν. Ὅρα τὸν ἐνάρετον ὁμαλῶς ἀεὶ ζῶντα, ὥσπερ τινὰ ἄνθη παρατρέχοντα πάντα, ὥσπερ ἐν σκιαῖς καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρὰ θεώμενον. Εἰ γὰρ ἐν ἀρχῇ οὕτως ἀκατάπληκτος ἔμενε, πολλῷ μᾶλλον νῦν μετὰ τὴν πεῖραν τῶν ἀγώνων τοσούτους ἀναδησάμενος στεφάνους. Τίνος ἕνεκεν οὐ προσῆλθε; τίνος ἕνεκεν οὐκ ἐμέμψατο, τοσαύτην παρὰ τῷ βασιλεῖ παῤῥησίαν ἔχων; Οὐκ ἐβούλετο ῥήμασιν, ἀλλὰ πράγμασι τοῦτο ποιῆσαι. Ἄλλως δὲ πανταχοῦ αὐτὸν εὑρίσκομεν, τῆς χρείας καλούσης, ἐπιπηδῶντα, καὶ παραγινόμενον. Καὶ Δανιὴλ ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· καὶ αἱ θυρίδες ἀνεῳγμέναι ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ἱερουσαλήμ· καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ προσευχόμενος, καὶ ἐξομολογούμενος ἐναντίον τοῦ Θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν. Τίνος ἕνεκεν τῶν θυρίδων ἡμᾶς ἀνέμνησεν, ὅτι ἀνεῳγμέναι ἦσαν πρὸς Ἱερουσαλήμ; Σφοδρὸν τῆς θέας εἶχον πόθον. Καθάπερ οὖν τις ποθουμένην ἔχων ἀποῦσαν, καὶ τὰς ὁδοὺς τὰς ἐκεῖ φερούσας φιλεῖ· οὕτω δὴ καὶ οὗτος. Ἐπεθύμουν δὲ αὐτῆς ἄλλοι τῶν σωματικῶν ἕνεκεν, οὗτος δὲ οὐχὶ, ἀλλὰ διὰ τὴν δόξαν τοῦ Θεοῦ. Ἐπεὶ ὅτι τοῦτό ἐστι, δῆλον ἐκεῖθεν· οὐ γὰρ εἵλετο ἀνελθεῖν, τοῦ σπουδαζομένου πέρας εἰληφότος αὐτῷ. Διὰ τοῦτο καὶ ἡμεῖς, καθὼς οἱ πατέρες ἡμῖν παρέδωκαν, πρὸς ἀνατολὰς ὁρῶντες εὐχόμεθα, πόλιν καὶ ἡμεῖς καὶ πατρίδα ἀρχαίαν ζητοῦμεν· καὶ γὰρ ὄντως ἄξιον ζητῆσαι. Πῶς, πανταχοῦ τοῦ Θεοῦ ὄντος, καὶ λέγοντος τοῦ προφήτου· Τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ· πρὸς ἀνατολάς ἐσμεν τετραμμένοι; Ἐκεῖ ὥσπερ ἰατρεῖον ἦν τὸ ἀρχαῖον. Ἀλλ' οὐκ ἔλαβες αὐτοῦ πεῖραν; Ἀλλὰ ζήτει. Ἐν αἰχμαλωσίᾳ καὶ ἡμεῖς ᾠκοῦμεν, ἀλλὰ πρὶν ἐλθεῖν τὸν Χριστόν. Τίνος δ' ἕνεκεν τρεῖς μόνους καιροὺς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ; Τί γάρ; τοῦτο οὐ θαυμαστόν; Ἄνθρωπος τοσαύταις κυκλούμενος φροντίσι, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι ἔχων. Ὅρα δὲ καὶ τὸ ἀποστολικὸν ἐκεῖνο πληρούμενον· Ἐν παντὶ τόπῳ, φησὶ, ἐπαίροντες ὁσίους χεῖρας. Καὶ ὅπερ ὁ Χριστὸς ἐκέλευσε, τοῦτο ἐπλήρουν. Καὶ κλείσας, φησὶ, τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου. Τότε ἀπεκρίθησαν, καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως· Δανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, οὐχ ὑπετάγη τῷ δόγματί σου, καὶ περὶ τοῦ ὁρισμοῦ, οὗ ἔταξας· καὶ καιροὺς τρεῖς ἡμέρας αἰτεῖ παρὰ τοῦ Θεοῦ αὐτοῦ τὰ αἰτήματα. Τότε ὁ βασιλεὺς, ὡς τὸ ῥῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ, καὶ περὶ τοῦ Δανιὴλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτόν· καὶ ἕως πρὸς δυσμὰς ἡλίου ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν, καὶ ἦν ἀγωνιζόμενος περὶ αὐτοῦ. Τότε οἱ ἄνδρες ἐκεῖνοι παρετηρήσαντο ἐπὶ τὸν βασιλέα, καὶ λέγουσι τῷ βασιλεῖ· Γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα τοῖς Μήδοις καὶ Πέρσαις, τοῦ πάντα ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραγράψαι. Τότε ὁ βασιλεὺς εἶπε, καὶ ἤγαγον τὸν Δανιὴλ, καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων. Τάχα τινὲς ὑμῶν λέγουσιν, ὅτι Οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι; Μάλιστα μὲν ἠδύνατο ὁ Θεὸς ποιῆσαι τὸν βασιλέα δυνατώτερον, ἀλλὰ ἐπὶ τὸ κάμμα ἄγει τὸν ἀθλητήν. ᾜδει τὸ τέλος, οὐκ ἠγνόει τὸ πέρας. Οὐδὲ ὁ βασιλεὺς εἰ τοῦτο ᾔδει τὸ τέλος ἐκβησόμενον, ἠγωνίσατο ἄν· ἀλλ' οὐκ ἴσχυσεν. Ἀπόδεκτος τῆς προθυμίας, συγγνωστὸς τῆς ἀγωνίας. Οὕτω ποθεινὸς ἦν ὁ Δανιήλ· ἀλλ' ὁ φθόνος οὐδὲ τὰ καλὰ ἀφίησι βλέπειν, μᾶλλον δὲ βλέπειν μὲν αὐτὰ, οὐ τοῖς αὐτοῖς δὲ ὀφθαλμοῖς. Οὐ δεῖ, φασὶν, οὕτως ἔκλυτα εἶναι τὰ πράγματα, οὐδὲ ἀβεβαίους τοὺς νόμους τοὺς παρ' ἡμῖν. Τὸ ἔθνος ὅλον ὑβρίζεται. Ἐμβάλλουσιν εἰς τὸν λάκκον· ἐπιτιθέασι λίθον. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· Ὁ Θεὸς, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε. Καὶ ἤνεγκαν λίθον ἕνα, καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου· καὶ ἐσφραγίσατο ὁ βασιλεὺς τῷ δακτυλίῳ αὐτοῦ, καὶ τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιήλ. Καὶ ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐκοιμήθη ἄδειπνος, καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ. Ἀναμνήσθητί μοι τοῦ μνημείου τοῦ Χριστοῦ, ἔνθα τὰ σήμαντρα ἐπέθηκαν οἱ Ἰουδαῖοι. Εἰ γὰρ μὴ τοῦτο ἦν, εἶπαν ἂν, ὅτι κατὰ γοητείαν τὸ πρᾶγμα γέγονεν. Ἀλλὰ πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν γινόμενα, ὑπὲρ ἡμῶν ἐστιν. Ἵνα γὰρ πᾶσαν αὐτοῖς ἀνέλῃ πρόφασιν, τοῦτο γίνεται· καὶ ὁ βασιλεὺς τίθησι σημεῖα, ἵνα ἐκείνοις μὴ ἐκγένηταί τι ποιῆσαι, ἢ ἐξελεῖν, καὶ τοὺς λέοντας αἰτιάσασθαι· κἀκεῖνοι δὲ τιθέασιν, ἵνα μὴ ἐξῇ τῷ βασιλεῖ ῥύσασθαι αὐτὸν, ἀλλ' οὕτως ἀδέκαστον γενέσθαι τὴν ψῆφον. Καὶ οὐκ ἐδείπνησε, φησὶ, ὁ βασιλεὺς, οὐδὲ ἐκαθεύδησεν. Ὅρα πόσον ποιεῖ φίλτρον. Καὶ τί; Πρῶτον μὲν παρεθάρσυνεν αὐτὸν λέγων· Ὁ Θεὸς ᾧ σὺ λατρεύεις ἐνδελεχῶς. Πάλιν αἰτίαν τίθησι δικαίαν, δυναμένην αὐτοῦ ἀναστῆσαι τὴν ψυχήν. Καὶ γὰρ ἦν ἴσως ἀκηκοώς. Εἶτα παραγίνεται ὕμνον ἀναφέρων. Τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ' αὐτῷ· καὶ τὸν Δανιὴλ εἶπεν ἀνενεγκεῖν ἐκ τοῦ λάκκου. Καὶ ἀνηνέχθη Δανιὴλ ἐκ τοῦ λάκκου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσε τῷ Θεῷ αὐτοῦ. Καὶ εἶπεν ὁ βασιλεὺς, καὶ ἤγαγον τοὺς ἄνδρας τοὺς διαβάλλοντας τὸν Δανιήλ· καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήθησαν αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν· καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες, καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν. Τίνος ἕνεκεν παῖδες καὶ γυναῖκες ἀπόλλυνται; τί ἥμαρτον οὗτοι; Ἴσως καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐκοινώνουν. Εἶδες τῶν πονηρῶν τὴν τιμωρίαν; εἶδες τῶν δικαίων τὰ ἔπαθλα; Πάντοθεν παιδεύου, πάντοθεν οἰκοδομοῦ. Εἶδες ὅτι κἂν καταλίπῃ Θεὸς, ἐπὶ χρησίμῳ τοῦτο ποιεῖ. Περιεγένετο πυρός· περιεγένετο θηρίων. Μηκέτι λοιπὸν ἐξετάσῃς, διὰ τί λέοντες, καὶ παρδάλεις, καὶ τὰ λοιπὰ θηρία; Καθάπερ γὰρ δήμιοί τινες παρὰ τὰς πλευρὰς ἑστῶτες τοῦ Δανιὴλ, ὥσπερ ἐν θείῳ τινὶ καὶ φρικτῷ δικαστηρίῳ τοῦτο ποιοῦντες· οὕτως οὐκ ἐτόλμησαν διορύξαι τὰς πλευρὰς τοῦ δικαίου. Οὐ γὰρ ἤκουσαν ἐπιτάγματος δικαστοῦ. Ἐπειδὴ δὲ τοὺς ἄλλους ἔβαλον, ἐπιτάξαντος τοῦ Θεοῦ, διέφθειραν, Καὶ τὰ ὀστᾶ αὐτῶν, φησὶ, ἐλέπτυναν. Τίς ἐχαλίνου αὐτῶν τὰ στόματα; τίς τροφῆς παρακειμένης ἀποσχέσθαι ἐκέλευσεν; ποῖος οὕτω φιλόσοφος ἐγκρατὴς, ὡς λιμοῦ κελεύοντος, καὶ τῆς λύσεως τοῦ λιμοῦ παρούσης, μὴ ἂν θελῆσαι λῦσαι τὸ δεινόν; Πάλιν διαγράμματα, πάλιν κήρυγμα θεῖον, πάλιν ἡ διὰ τῶν ἔργων μαρτυρία.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg209.local001/.
