Ancient Greek · ~56 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΔΑΝΙΗΛ ΠΡΟΦΗΤΗΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.] ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΔΑΝΙΗΛ ΠΡΟΦΗΤΗΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ.1
Not analysed yet
Καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲς τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν Φορθονμίν. Φορθονμὶν ἢ ἔθνος φησὶ, ἢ γένος· μᾶλλον δὲ ἔθνος, βάρβαρον ἴσως. Συγχωρεῖται δὲ τοῦτο, ἵνα ἀπὸ συγκρίσεως ἡ τοῦ Θεοῦ φανῇ δύναμις· καὶ ὅπερ ἐπὶ τῶν πολλῶν ἐγένετο, καὶ ἐπὶ τῆς σοφίας. Ἵνα γὰρ μή τις τὴν Περσικὴν σοφίαν αἰτιᾶται τῶν γινομένων, καὶ ἄλλοι μανθάνουσι μετ' αὐτῶν εἰς ἔλεγχον. Ἀπὸ γὰρ συγκρίσεως μάλιστα παρὰ τοῖς ἀνοήτοις τὰ πράγματα κρίνεται. Διὸ ἀπὸ συγκρίσεως πανταχοῦ ποιεῖ ὁ Θεός· καὶ ὅταν περὶ ἑαυτοῦ λέγῃ, οὐκ ἀπαξιοῖ τοῖς θεοῖς ἑαυτὸν παραβάλλειν, καὶ συγκρίνειν· καὶ αὐτοὶ λέγουσιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καὶ καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ. Καὶ τοῦτο κώλυμα πρὸς σωφροσύνην καὶ φιλοσοφίαν. Τίνος δὲ ἕνεκεν καὶ τοιούτους ζητεῖ, ὥστε καὶ τῇ τῶν μελῶν εὐεξίᾳ, καὶ τῇ τῆς ὄψεως εὐμορφίᾳ πάντας τοὺς ἄλλους νικᾷν; Ἀκούσωμεν. Εἰ βασιλεὺς τοιούτους ζητεῖ, βασιλεὺς βάρβαρος, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τοῦ ψυχικοῦ κάλλους ἐραστής; Εἰ παρεστάναι ἐκείνῳ οὐκ ἂν εἶεν ἄξιοι οἱ μῶμον ἔχοντες ἐν σώματι (Ἐν οἷς γὰρ, φησὶν, οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος), πολλῷ μᾶλλον τῷ Θεῷ οὐ προσήκει παρεστάναι τοὺς μῶμον ἔχοντας ἐν τῇ ψυχῇ. Εἰκότως δὲ καὶ ἰσχυροὺς ζητεῖ, πρὸς τὰς ἔνδον διακονίας φησὶ, ἢ ἰσχὺν καὶ τὴν τῆς ψυχῆς λέγει, τουτέστι, δυναμένους ἑστάναι ἐνώπιον τοῦ βασιλέως. Καλοὺς δὲ τὴν ὄψιν τίνος ἕνεκεν ἐπιζητεῖ; Ἐκεῖνα μὲν γὰρ πρὸς χρείαν, ἡ σοφία λέγω, καὶ ἡ σύνεσις τῆς διανοίας· τοῦτο δὲ τίνος ἕνεκεν; Ἅτε ὡς βάρβαρος, καὶ βιωτικὸς ἀνὴρ, ἀπὸ φιλοτιμίας πολλῆς τοῦτο ἐπιζητεῖ· τὸν γὰρ φιλόσοφον τὰ ἀπὸ ψυχῆς ἐπιζητεῖν χρὴ μόνον. Ὥσπερ γὰρ ἱμάτια ζητοῦμεν καλὰ πρὸς οὐδεμίαν χρείαν, οὕτω καὶ ὄψεις ἐπιζητεῖ καλὰς, ὥσπερ ἀγάλματα. Ὁ δὲ Θεὸς τίνος ἕνεκεν κάλλος ἐποίησεν; Ἄκουσον ἑτέρου λέγοντος· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ πολλὰ ἴδοι τις ἂν οὐχὶ πρὸς χρείαν μόνον, ἀλλὰ καὶ πρὸς ὥραν ἡμῖν ἐν τῷ σώματι γεγενημένα. Τὰ γὰρ χρώματα, καὶ αἱ εὔχροιαι, τούτου χάριν, οὐ χρείας μόνης. Δυνατὸν γὰρ ἢ καὶ μέλανας εἶναι, καὶ μηδὲν εἰς τὴν χρείαν παραβλέπεσθαι. Καὶ τρίχες δὲ ἡμῖν διὰ τοῦτο· οὕτω καὶ Παῦλός φησι· Ἀνὴρ μὲν γὰρ ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι. Καὶ αὐχὴν δὲ ὄρθιος, καὶ σύμμετρον ἔχων διάστημα· καὶ εἰς τοῦτο εὐπρεπείας ἅπαντα ἡμῖν ἐξενήνεκται, ὡς, ἂν μικρὸν ἐκκόψῃς τῷ παντὶ, λυμήνασθαι κάλλει, τῆς χρείας μενούσης. Ὅθεν δὲ μάλιστα καὶ πρὸς κάλλος ὁ Δημιουργὸς ἡμῖν τὸ ζῶον κατεσκεύασε τοῦτο· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα. Ἀλλὰ τοῦ κάλλους τούτου τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον ἔδωκεν. Πολλοὺς δὲ μετὰ τὸ γενέσθαι, οὐκ ἔχοντας οἴκοθεν, χάριν ἐνέδυσεν. Καὶ ἀπὸ τῆς θέσεως δὲ αὐτῆς ὄψει τὸ κάλλος, οἷον τὸ ἐν ὑψηλῷ κεῖσθαι τοὺς ὀφθαλμοὺς, καθάπερ τὴν ἴριν, καὶ ἔχειν ἔνδον τὸ στρογγύλον ἀποτετορνευμένον, τὴν μίξιν τῶν χρωμάτων, τὴν ἀκρίβειαν, τὴν γνησιότητα, τὸ λευκὸν εἶναι. Ἀλλὰ πρόσκομμα γέγονε τὸ κάλλος, φησί. Οὐχὶ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἁλισκομένων. Μὴ καταμάνθανε γὰρ, φησὶ, κάλλος ἀλλότριον. Οὐχ ἁπλῶς εἶπε, Μὴ καταμάνθανε κάλλος, ἀλλὰ προσέθηκεν, Ἀλλότριον, ὡς τό γε οἰκείου ἀπολαύειν αἰνεῖ. Διὰ τί γὰρ οὐκ ἐξετραχήλισε τὸν Ἰωσὴφ, οὐδὲ βλᾶκα εἰργάσατο, οὐδὲ ἐνέπλησεν ἀπονοίας καὶ τύφου; Ἔλαφος, φησὶ, φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι. Σύνδεσμός ἐστι καὶ τοῦτο τοῦ γάμου, ὥστε πρὸς τὰ σώματα ἐπτόηντο οἱ ἄνθρωποι. Ἐπειδὴ γὰρ ἐπίπονόν τινα καὶ μοχθηρὸν ἡμῖν κατεσκεύασε τὸν βίον, ἐχαρίσατό τινα καὶ παραμυθίαν. Ἐντεῦθεν ἡμῖν ἀγάπης ἐστὶν ὑπέκκαυμα τῆς τὰ πάντα συνεχούσης. Πολλὰ γὰρ ἐσπούδασεν ὁ Θεὸς καὶ ἐπραγματεύσατο, ὥστε τὸν τοῦ γάμου σύνδεσμον ἀῤῥαγῆ μένειν. Καὶ μὴν τοῦτο, φησὶ, γέγονε πρόσκομμα παρὰ τὴν ἀρχήν. Ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν Ἑβραίων [l. ἀνθρώπων], ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς. Οὐχὶ τοῦτο γέγονε πρόσκομμα, ἀλλ' ἡ ἀκρασία ἐκείνων. Καλὰς αὐτὰς ἐποίησεν, οὐχ ἵνα ἀναιδεῖς αἱ θυγατέρες γένωνται, ἀλλ' ἵνα ἕκαστος στέργῃ τὴν ἑαυτοῦ. Καὶ συνιέντας, φησὶν, ἐν πάσῃ σοφίᾳ· τουτέστι, σπουδαίους, δεκτικοὺς πρὸς πᾶσαν σοφίαν· τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων. Ὁ μὲν οὖν Μωϋσῆς ἰδιώτης ὢν, ὡς βασιλεὺς ἐτράφη· οὗτοι δὲ ἐκ γένους ὄντες βασιλικοῦ, ἐν τάξει δούλων δεσποτικῶν ἀνετρέφοντο. Καλῶς προοικονομεῖται αὐτοὺς μαθεῖν γράμματα καὶ γλῶσσαν Χαλδαίων, ἵν' ὅταν μέλλῃ τῷ βασιλεῖ διαλέγεσθαι Δανιὴλ περὶ τῶν μεγάλων ἐκείνων, μηδεὶς μεταξὺ παρεμπεσὼν κακουργῇ τι τῶν λεγομένων. Τίνος δὲ ἕνεκεν καὶ τοῦτο γίνεται; Ἵνα μάθῃς αὐτοῦ τὴν φιλοσοφίαν, καὶ ἴδῃς εὐθέως ἐξ ἀρχῆς πῶς κρείττων ἐστὶ γαστρός. Καὶ μὴν ἕτερος εἶπεν ἂν, Αἰχμάλωτός εἰμι, οὐδαμόθεν ἔχω τὴν ἀναγκαίαν τροφὴν, συγγνώσεται πάντως ὁ Θεός. Ἀλλ' οὐχ οὕτως οὗτος· οὐ γὰρ μισθῷ τινι καὶ φόβῳ μόνον, ἀλλὰ καὶ ἀγάπῃ ἐδούλευε τῷ Θεῷ, πολλῆς ἀπολαύων ἐπιμελείας, καὶ ὁ χρόνος οὐ βραχύς. Ἔτη τρία ἐφιλοσόφουν, τὰ τρία ἔτη ἐνήστευον. Ὁρᾷς σύνεσιν; Ἔνθα μὲν ἐχρῆν φυλάξασθαι, σφόδρα ἀκριβὴς, καὶ προνοητικὸς, καὶ οὐχ ἁπλῶς ἐπιῤῥίπτων ἑαυτὸν, ἀλλ' ἱκετεύων καὶ δεόμενος· ἔνθα δὲ οὐδὲν ἔβλαπτεν, οὐ παρῃτήσατο μαθεῖν γλῶτταν βαρβαρικὴν καὶ σοφίαν τοιαύτην. Οὐ γὰρ δὴ τὸ μαθεῖν ἔγκλημα ἦν, ἀλλὰ τὸ χρήσασθαι. Οὕτω μάλιστα ἔμαθεν ἂν τὴν σοφίαν τὴν παρ' ἑαυτῷ· ἀπὸ συγκρίσεως πάλιν, ἵνα μάθῃ ὅτι οὐκ ἔστι σοφία ἑτέρα οἵα ἡ Ἑβραίων, ἵνα ἰσχυρότερος εἴη. Καὶ μὴν εἰ καὶ παράνομον ἦν, καὶ ἐνταῦθα ἔστη ἂν καὶ ἠγωνίσατο. Εἶδες ὅτι τούτου αἱ ἀρεταὶ, ὅθεν οἱ γαστρίμαργοι, ὅθεν οἱ σκόρδα προτιμῶντες τοῦ μάννα; Ἐντεῦθεν ὁ Δανιὴλ ὢν φιλόσοφος ἐφάνη. Καὶ ἐγένοντο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα, Δανιὴλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήλ. Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν Δανιὴλ Βαλτάσαρ, καὶ τῷ Ἀνανίᾳ Σεδρὰχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγὼν [scr. Ἀβδεναγὼ], καὶ τῷ Μισαὴλ Μισάχ. Τῷ Δανιὴλ, φησὶ, Βαλτάσαρ ἐπέθηκεν ὄνομα. Καὶ ὁ θεὸς αὐτῶν οὕτως ἐλέγετο, μᾶλλον δὲ ὁ υἱὸς τοῦ βασιλέως οὕτως ἐλέγετο. Ἐτόλμησε κἂν οὖν τὸν αἰχμάλωτον οὕτω καλέσαι; Μάλιστα μὲν οὖν ἐτόλμησεν ἄν· πλὴν οὐκ ἔστι τὸ αὐτὸ ὄνομα, ἀλλὰ πολλὴ ἡ διαφορὰ, ὥσπερ ἐπὶ τοῦ Ἰωσὴφ, προσεκύνησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ τί μέγα τὸ ὄνομα τοῦτο κληθῆναι αὐτόν; οὐχ ὁρῶμεν καὶ νῦν τοῖς τῶν βασιλέων ὀνόμασιν ἰδιώτας καλουμένους πολλούς; Ἀλλ' οὐκ ἐν τοῖς βασιλείοις, φησί. Τίνος δὲ ἕνεκεν ἡ τῶν ὀνομάτων μεταβολὴ γίνεται; Ὅρα πάντοθεν οἰκονομούμενα τὰ πράγματα. Οὐ πρῶτον ὁρᾷ τὸ ἐνύπνιον, ἕως τοῦ πληρωθῆναι τὰ τρία ἔτη. Ὁρᾷς ὅτι Θεὸς οἰκονομεῖ; Τίνος οὖν ἕνεκεν; Ἵνα πλείονος παῤῥησίας ἀπολαύσῃ. Καὶ μὴν σαφέστερον ἐθαυμάσθη ἂν, καὶ ἐφάνη, εἴποι τις ἂν, εἰ πρὸ τῶν τριῶν ἐτῶν εἶδε τὸ ἐνύπνιον. Ἀλλ' οὐκ ἂν ἦλθε καὶ κατ' αὐτῶν τὸ δόγμα, ἄλλως δὲ οὐδ' ἐπιστεύθη ὁ Δανιήλ. Διὰ τοῦτο ἐν τοῖς μικροῖς καὶ ἐλάττοσι λαμβάνει πεῖραν τῆς εὐνοίας τοῦ Θεοῦ τῆς περὶ αὐτοὺς ὁ εὐνοῦχος, ἵν' ὅταν ὑπὲρ τῶν μειζόνων ἀξιῶσιν αὐτὸν, μὴ διαπιστήσας διαπτύῃ, καὶ ἵνα μάθωσι καλῶς διαλέγεσθαι, ἵνα πλείονες παῤῥησίας ἀπολαύσωσιν. Οὐχ ὁρᾷς ἀπὸ τοῦ Δαυῒδ τοῦτο γενόμενον; πῶς διηπίστησεν αὐτῷ ὁ βασιλεὺς ἐπαγγελλομένῳ ἀλλόφυλον αἱρήσειν, ἀπὸ τῆς ἡλικίας κρίνων τὰ πράγματα; Ὅρα λοιπὸν τῆς ὁδοῦ τὴν αἰτίαν τοῦτον μαθόντα. Τῶν βαρβάρων ἔμαθον ἀκριβῶς Μωϋσῆς καὶ Δανιήλ. Ἵνα γὰρ μὴ ἀγνοίᾳ δοκῶσι προτιμᾷν τὰ οἰκεῖα τῶν ἀλλοτρίων, τούτου χάριν ἀφίησιν αὐτοὺς μετέχειν κἀκείνων, ἵν' ὅταν ἴδῃς, μᾶλλον δ' ἀκούσῃς Μωϋσέως λέγοντος, ὅτι Οὐκ ἔστι σοφία οἵα ἡ ἡμετέρα, μήτε φίλτρου, μήτε ἀγάπης εἶναι νομίσῃς τὴν ἀπόφασιν, ἀλλὰ κρίσεως ὀρθῆς. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὅτι διὰ τὸ πρὸς τοὺς διδάξαντας ἄχθος ἀπεπήδησε τῆς ἐκείνων παιδεύσεως. Ἀμφότεροι γὰρ πολλῆς ἀπολαύουσι τῆς τιμῆς, καὶ προτιμῶσι τὰ οἰκεῖα. Ὅπερ οὖν καὶ Παῦλος θαυμάζων ἔλεγεν· Οὐχ εἵλετο πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Καὶ ἔθετο Δανιὴλ ἐν τῇ καρδίᾳ αὐτοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ. Καὶ ἔδωκεν ὁ Θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. Ὅρα τοῦτον ἄρχοντα τῶν ἀγαθῶν. Οὕτως αὐτόθεν ἐνέφαινεν, ὅτι μέγας τις ἦν καὶ θαυμαστός. Τοῦτον γὰρ τῷ βελτίονι, καλεῖ ὀνόματι. Ἐν οἷς δὲ δυνατὸν ἦν, τὸν νόμον ἐφύλαττεν. Τίς ἂν ἕτερος, εἰπέ μοι, μίασμα εἶναι ἐνόμισε τὴν τράπεζαν τὴν βασιλικήν; Ὅρα αὐτὸν ἐκ προοιμίων εὐθέως ἐνδεικνύμενον τὴν φιλοσοφίαν. Καὶ ἠξίωσε, φησὶ, τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ. Ὅρα πῶς ἐστιν ἀφιλότιμος. Οὐκ εἶπεν, ὅτι Τὴν ψυχήν μου δώσω, ἀλλ' ἠξίωσεν, εἰ δυνατὸν, λαθεῖν. Τίνος ἕνεκεν φιλοτιμοῦμαι; φησί. Ἀλλ' οὐχ ὁ Ἰωσὴφ οὕτως, οὐδὲ Μωϋσῆς. Τί οὖν; ἐκείνων καταγνωσόμεθα; Μὴ γένοιτο· οὐ γὰρ ᾔδεσαν ὅ τί ποτε ἦν. Οὔπω γὰρ ἦν κατὰ τὸν νόμον παραίτησις τῶν βρωμάτων. Ὅρα αὐτὸν καὶ ἐλέγχοντα καὶ φιλοσοφοῦντα, καὶ ἐν τοῖς σμικροῖς ἐνδεικνύμενον τὴν φιλοσοφίαν. Καὶ ὅπερ ἔλεγον οἱ ἀπόστολοι, Ταῦτα ἔδει πρόσω ποιῆσαι, κἀκεῖνα μὴ ἀφεῖναι. Ταῦτα δὲ ἔπραττεν, οὐκ ἐπειδὴ εἰδωλόθυτα ἦν, ἀλλ' ἐπειδὴ κεκωλυμένα ὑπὸ τοῦ νόμου ἦν. Πῶς οὖν ἔπεισεν; Ὅρα πῶς εὐθέως ἔλυσέ σοι τὴν ἀπορίαν. Ἔδωκε, φησὶ, ὁ Θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν· κἀκεῖ ἠλεήθη Ἰωσὴφ καὶ χάριν εὗρεν ἐπὶ τοῦ ἀρχιμαγείρου· πλὴν ἀμφότεροι δοῦλοι, καὶ ἐν οἰκείαις [f. οἰκίαις] βαρβαρικαῖς. Καὶ γὰρ ἦν ὄντως ἱκανὰ ἐκλῦσαι τὸν θυμὸν τοῦ βασιλέως τὰ εἰρημένα. Τί λέγεις; ἐναγῆ τὴν τράπεζαν ὀνομάζεις εἶναι τὴν δεσποτικήν; καθαρώτερος ἡμῖν αὐτὸς ἀνεφάνης; οὐκ οἶδας, ὅτι διὰ τοῦτο καὶ γλῶτταν καὶ γράμματα μεμαθήκατε Χαλδαϊκὰ, ἵνα πρὸς τὴν ἡμετέραν μεταστῆτε τάξιν; Πόθεν δ' ὅλως αὐτὸν ᾐδέσθη ὁ εὐνοῦχος; Τὸ παιδίον εὐκαταφρόνητον ἦν, αἰχμάλωτον. Εἰ γὰρ καὶ αἰδέσιμος ἦν, ἀλλ' ὁ κίνδυνος οὐκ εἴα αἰδέσιμον αὐτὸν φανῆναι. Διὰ γὰρ τοῦτο εἰπὼν, ὅτι Ἔδωκεν αὐτὸν εἰς ἔλεον, λέγει τὰ ῥήματα τοῦ εὐνούχου καὶ τὸν πάλιν φόβον. Πῶς; Οὐκ ἦν δυνατὸν, ἀλλὰ κεκωλυμένον, εἰ μὴ ἄνωθεν χάρις πάντα ᾠκονόμει. Καὶ εἶπε Δανιὴλ πρὸς Ἀμελασὰρ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιὴλ, Ἀνανίαν, Ἀζαρίαν, καὶ Μισαήλ· Πείρασον δὴ τοὺς δούλους σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων τῆς γῆς, καὶ φαγόμεθα, καὶ ὕδωρ πιόμεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ ὡς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου. Καὶ εἰσήκουσεν αὐτὸν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. Καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως. Πολλὴ ἡ παῤῥησία, μεγίστη ἡ προθυμία, πολλὴ ἡ σύνεσις, μεγάλη ἡ πίστις. Πείρασον τοὺς παῖδας σου ἡμέρας δέκα. Εἶτα ἵνα μὴ νομίσῃς τῆς φύσεως τῶν σπερμάτων εἶναι τὸ φαιδρὸν τοῦ προσώπου, ὅρα δὴ ὕδωρ τὸ μὴ τρέφον. Καὶ οὐχ ἁπλῶς εὐπαθεῖς ἐφάνησαν, ἀλλὰ καὶ τῶν ἀπολαυόντων τῆς τραπέζης τῆς βασιλικῆς εὐπαθέστεροι. Ὅτι δὲ κρέα καὶ οἶνος πάντων μᾶλλον τρέφειν εἴωθε, παντὶ δῆλόν ἐστι. Ὅρα ἐκ προοιμίων εὐθέως τὴν ἐπανθοῦσαν χάριν ἐκ τῆς προαιρέσεως τῶν παίδων, [καὶ] ἐκ τῆς χάριτος τοῦ Θεοῦ. Ἡ μὲν γὰρ προαίρεσις ἐκ τοῦ μὴ θελῆσαι, ἡ δὲ χάρις ἐκ τοῦ δυνηθῆναι. Καὶ ὀφθήτωσαν, φησὶ, ἐνώπιόν σου. Σοὶ τὴν κρίσιν ἐπιτρέπομεν. Κούφη δὲ καὶ εὐμαρὴς ἡ χάρις· διὰ τῶν πραγμάτων πιστώθητι. Ἐγὼ μὲν γὰρ οἶδα σαφῶς· καὶ πρὸ τοῦ τέλους οὐκ ἀποφαίνομαι, διὰ σέ. Ὅρα πῶς καὶ τοὺς οἰκέτας ἐπαίδευσεν εὐθέως, καὶ ἐδίδαξεν, ὅτι φιλόθεός τίς ἐστιν. Καὶ οὐχ ἁπλῶς, Μεθ' ἡμῶν, φησὶ, ποίησον, ἀλλὰ, Μετὰ τῶν παίδων σου· καὶ ἀρχόμενος οὕτως ἔλεγε· Πείρασον τοὺς παῖδάς σου. Οὐ παρῃτοῦντο τὰς ἀνθρωπίνας τιμὰς, ἔνθα τὴν εὐσέβειαν οὐδὲν ἔβλαπτεν, ἐπιδείξασθαι· ἐπεὶ καὶ Παῦλος αὐτὸ ποιεῖ. Ἀπολογίας ἀρχόμενος, ἐξ ἐγκωμίων τοῦ δικάζοντος ἄρχεται οὕτω λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ· καὶ πολιτικοῖς κέχρηται πράγμασι. Καὶ προφητεύων δὲ ὁ Νάθαν προσκυνεῖ τὸν Δαυῒδ, καὶ ὁ Ἰακὼβ τὸν Φαραὼ, καὶ ὁ Ἀβραὰμ τοὺς συνοίκους. Καὶ οὗτος αὐτὸς, Εἰς τὸν αἰῶνα, φησὶ, ζῆθι. Ὅρα ῥῆμα κολακείας γέμον. Ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο κολακείαν, ἀλλὰ σύνεσιν καὶ σοφίαν. Οὕτω καὶ Παῦλός φησι· Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Οὕτω καὶ ὁ Χριστὸς ἐδίδασκεν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Τί οὖν; τὰ σπέρματα μιαρὰ οὐκ ἦν; Οὐδαμῶς, οὐδὲ τὸ ὕδωρ. Καὶ τοῦτο διετέλεσαν ἔτη τρία ποιοῦντες. Καὶ μετὰ τὸ τέλος, φησὶ, τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς, εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος πρὸς Ναβουχοδονόσορ. Καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ, καὶ Ἀνανίᾳ, καὶ Μισαὴλ, καὶ Ἀζαρίᾳ. Καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ἐν οἷς ἐζήτησε παρ' αὐτῶν ὁ βασιλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, φησὶ, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ εἰς κάλλος καὶ εὐεξίαν ἐπέδωκαν. Ὅρα παρὰ φύσιν τὰ πράγματα· ὅρα παρανοίγοντα τὸν Δημιουργὸν τὴν ἐνέργειαν τὴν αὑτοῦ. Καθάπερ γὰρ πλαστογράφος ἐκεῖνος ἂν μάλιστα φανείη, ὁ μὴ μόνον ἀναχωνεῦσαι τὸν χαλκὸν δυνάμενος καὶ διαπλάσαι, ἀλλὰ καὶ τούτου οὐχ ἧττον ὁ γενόμενον ἤδη τὸν ἀνδριάντα διορθῶσαι δυνάμενος· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ καὶ τῶν παίδων ἐκείνων ἴδοι τις ἄν. Τοῦ γὰρ ἀπὸ γῆς ἄνθρωπον ποιῆσαι τὸ μετὰ τοιαύτης τροφῆς εὐπαθῆ δεῖξαι τὰ σώματα οὐχ ἧττον εἰς δημιουργίας λόγον τεκμήριον ἦν. Πόθεν ἡ εὔχροια; πόθεν τὸ ἄνθος ἀποστίλβον; πόθεν ἡ ἰσχύς; Ἴστε δὲ ὅτι καὶ καθαιρεῖ ἰσχὺν ἡ ὑδροποσία, καὶ φάγησις σπερμάτων. Οὐδὲ γὰρ ἄρτον ἠνείχετο φαγεῖν. Οὐκ ὀλίγον δὲ τὸ μέσον τοῦ κατειργασμένου σίτου καὶ ἀνεργάστου. Οὐ γὰρ ἐκ τοῦ φαγεῖν μόνον γίνεται ἡ ἰσχὺς, ἀλλὰ καὶ ἐκ τοῦ πεφθῆναι τὰ διδόμενα· ταῦτα δὲ πεφθῆναι οὐκ ἦν κατὰ τὴν φύσιν. Ὅρα τὰ σημεῖα ταῦτα οὐκ ἐκ φιλοτιμίας τῶν αἰτούντων λαμβάνοντα τὴν ἀρχὴν, ἀλλὰ ἀπὸ χρείας ἀναγκαίας ἔχοντα τὴν ὑπόθεσιν. Οὐ γὰρ ἁπλῶς οὐδενὸς προκειμένου ἐπεπήδησε τῇ πείρᾳ, ἀλλὰ ἀνάγκης αὐτὸν ἐπὶ τοῦτο καλούσης. Οὕτω καὶ πόῤῥω φιλοτιμίας ἦν τῶν παίδων ἡ ψυχή. Καίτοι γε τίς τοσαύτην ἔχων πίστιν, καὶ ἐν μέσοις βαρβάροις ὢν, οὐκ ἂν ἠθέλησεν ἐπιδείξασθαι τοῖς κρατοῦσι τὴν εὔνοιαν, ἣν ὁ Θεὸς ἔχει περὶ αὐτούς; Ἀλλ' οὐχ οὗτοι. Ὅρα καὶ ἐπὶ τῶν ἐλεγχόντων πρεσβυτέρων πάλιν, πῶς ἐξ ἀνάγκης ἔρχεται.