Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse ad gratiam concionandum 2.1
Not analysed yet
Καὶ ταῦτα οὐχ ἁπλῶς ἀποδύρομαι νῦν ἀλλ' ἐπειδὴ πολλοὶ τὸ βάρος τῶν εἰρημένων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς. Διὰ τοῦτο ταῦτα ἠναγκάσθην εἰπεῖν, ἵνα μάθητε ὅτι οὐκ ἀπάγω, ἀλλὰ συνάγω μᾶλλον· οὐκ ἀποσοβῶ οὐδὲ ἀπείργω, ἀλλ' ἐπισπῶμαι διὰ τῶν ἐλέγχων πλέον. Ὁ γὰρ φόβος τῆς εἰρημένης τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα, διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησιν· ἀπὸ δὲ τῆς παῤῥησίας καὶ προθυμίας πλείων γένοιτ' ἂν πρὸς τὸ συνεχῶς τῶν ἀποῤῥήτων καὶ φρικτῶν κοινωνεῖν μυστηρίων. Καὶ καθάπερ ὁ πικρὰ φάρμακα τοῖς κακοσίτοις διδοὺς, καὶ τοὺς πονηροὺς ἐκκαθαίρων χυμοὺς, διεγείρει τὴν καταβεβλημένην ὄρεξιν, καὶ μετὰ πλείονος παρασκευάζει τῆς προθυμίας τῆς συνήθους ἅπτεσθαι τροφῆς· οὕτω δὴ καὶ ὁ πικρὰ λέγων ῥήματα, καὶ καθαίρων τοὺς πονηροὺς λογισμοὺς τῆς διανοίας, καὶ τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποσκευαζόμενος φορτίον, δίδωσιν ἀναπνεῦσαι τῷ συνειδότι, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς ἀπογεύσασθαι τοῦ σώματος παρασκευάζει τοῦ δεσποτικοῦ. Οὐ τοίνυν δυσχεραίνειν ὑπὲρ τῶν εἰρημένων χρὴ, ἀλλ' ἀποδέχεσθαι καὶ ἐπαινεῖν. Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀνέχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦμαι, ἀλλ' ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω γράμματα· καὶ ἀνάγκη τὸν ταύτην ἐμπιστευθέντα τὴν διακονίαν, ἢ πάντα μετὰ παῤῥησίας εἰπεῖν τὰ ἐγκείμενα, τὸ συμφέρον, ἀλλὰ μὴ τὸ ἡδὺ τοῖς ἀκροαταῖς πανταχοῦ ζητοῦντα· ἢ τὴν τῶν ἀκουόντων ὑπειδόμενον ἀπέχθειαν, καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων προέσθαι σωτηρίαν, διὰ τῆς ἀκαίρου ταύτης χάριτος Ὅτι γὰρ καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι σφόδρα ἐπικίνδυνον τὸ τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνων ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται, ὅταν μὴ πάντα χωρὶς ὑποστολῆς ἐξηγῶνται τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον ὑμῖν τούτων πάλιν παρέξομαι μάρτυρα. Διὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκείνην καταφεύγω ψυχὴν, ὅτι χρήσιμοί τινές εἰσι καὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα. Οὐ γὰρ Παῦλός ἐστιν ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ τὴν ἐκείνου ψυχὴν κινῶν· δι' ἐκείνου γὰρ φθέγγεται πάντα, ἅπερ ἐκεῖνος εἶπε. Τί τοίνυν φησὶν ὁ Παῦλος; Καλέσας τοὺς τὴν Ἔφεσον οἰκοῦντας, καὶ ἐσχάτην πρὸς αὐτοὺς δημηγορίαν εἰπὼν, ἐπειδὴ λοιπὸν αὐτῶν ἀπίστασθαι ἤμελλε, διδάσκων τοὺς ἐφεστηκότας αὐτοῖς, ὅτι καθάπερ οἱ τὸ αἷμα ἐκχέοντες τῶν μαθητῶν, οὕτως οἱ τὰ συμφέροντα μὴ λέγοντες αὐτοῖς, εἰσὶν ὑπεύθυνοι κολάσεως καὶ τιμωρίας, οὕτω πώς φησι· Καθαρός εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Διὰ τί; Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ· ὡς εἰ ὑπεστείλατο τοῦ μὴ ἀναγγεῖλαι. οὐκ ἦν καθαρὸς ἐκ τοῦ αἵματος, ἀλλ' ὡς ἀνδροφόνος ἐκρίνετο, καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ ἀνδροφόνος τὸ σῶμα ἀναιρεῖ μόνον, ὁ δὲ πρὸς χάριν δημηγορῶν, καὶ ῥᾳθυμοτέρους ποιῶν τοὺς ἀκροατὰς, τὴν ψυχὴν ἀπόλλυσι· κἀκεῖνος μὲν τῷ παρόντι προδίδωσι θανάτῳ, οὗτος δὲ τὴν ψυχὴν ἀπόλλυσι, καὶ πρὸς τὰς ἀθανάτους παραπέμπει κολάσεις καὶ τιμωρίας. Ἆρα οὖν Παῦλος μόνος τοῦτό φησιν; Οὐδαμῶς, ἀλλὰ καὶ πρὸ Παύλου πάλιν ὁ Θεὸς διὰ τοῦ προφήτου τὸ αὐτὸ τοῦτο αἰνίττεται οὕτω λέγων· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Τί ἐστι, Σκοπόν; Σκοπὸς λέγεται ὁ τῶν στρατοπέδων κάτω καθημένων ὑψηλὸν καὶ γεώλοφον χωρίον καταλαβὼν κἀκεῖθεν ἐπιόντας τοὺς πολεμίους σκοπεύων, καὶ τοῖς κάτω καθημένοις μηνύων τὴν ἔφοδον, καὶ διεγείρων πρὸς τὴν τοῦ πολέμου παράταξιν, ὥστε μὴ ἀφυλάκτοις ἐπιπεσόντας, μετὰ πολλῆς διαχειρίσασθαι τῆς εὐκολίας. Ἐπεὶ οὖν πολλὰ τῶν ἐπιόντων δεινῶν οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδίζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις, ὥσπερ ἐφ' ὑψηλοῦ χωρίου τῆς προφητείας τοὺς ἁγίους προφήτας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον πόῤῥωθεν ἀποκρουσώμεθα πληγήν. Διὰ τοῦτό φησι· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· ἵνα μέλλουσαν ἐπιέναι τὴν συμφορὰν προμηνύσῃς, καθάπερ ἐκεῖνος τοὺς πολεμίους. Καὶ τιμωρίαν δὲ οὐ μικρὰν ἐπιτίθησι τῷ μὴ προλέγοντι τοῦ Θεοῦ τὴν ὀργήν. Ποίαν δὴ ταύτην; Τὰς ψυχὰς τῶν ἀπολλυμένων, φησὶν, ἐκ τῆς χειρός σου ἐκζητήσω. Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ περὶ τῆς τοῦ Θεοῦ διαλεγομένῳ συνεχῶς ὀργῆς, τοσαύτην κόλασιν ὑφίστασθαι μέλλοντι, εἰ σιγήσειεν; Ὅτι μὲν οὖν ἡμῖν οὐ συμφέρει τοῖς λέγουσι τὰ τοιαῦτα σιγᾷν, ἱκανῶς καὶ ὁ προφήτης καὶ ὁ ἀπόστολος ἡμᾶς ἐπαίδευσεν· ὅτι δὲ οὐδὲ ὑμῖν τοῖς ἀκούουσι, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἐγὼ σιγήσας ἀπέκρυπτον τῇ σιγῇ τὰ ἁμαρτήματα, καλῶς ἐδυσχέραινεν ἕκαστος καὶ ἠγανάκτει δικαίως, μὴ σιγῶντος ἐμοῦ· εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν; Ἀλλ' ὄφελος μὲν οὐδὲν, βλάβη δὲ ἐσχάτη. Ἂν μὲν γὰρ εἴπω νῦν, εἰς μετάνοιαν ἄγω καὶ κατάνυξιν διανοίας· ἂν δὲ σιγήσω, νῦν μὲν οὐκ ἀναμνησόμεθα τῶν πεπλημμελημένων ἡμῖν, οὐδὲ μετανοήσομεν· ἐκεῖ δὲ αὐτὰ ὀψόμεθα πρὸ τῶν ὀφθαλμῶν γυμνὰ καὶ τετραχηλισμένα, καὶ θρηνήσομεν εἰκῆ καὶ μάτην.