Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse ad gratiam concionandum 4.1
Not analysed yet
Ἐπὶ γὰρ τῶν ἔξω δικαστηρίων μετὰ τὴν ὁμολογίαν κόλασις. Διὰ τοῦτο καὶ ὁ ψαλμὸς αὐτὸ τοῦτο ὑφορώμενος, μή τις δεδοικὼς κόλασιν μετὰ τὴν ἐξομολόγησιν, ἀρνήσηται τὰ ἁμαρτήματα, φησίν· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μὴ γὰρ οὐκ οἶδε τὰ ἁμαρτήματά σου, ἐὰν μὴ σὺ ὁμολογήσῃς; Τί οὖν σοι γίνεται πλέον ἐκ τοῦ μὴ ὁμολογεῖν; μὴ γὰρ δύνασαι λαθεῖν; Κἂν μὴ εἴπῃς, ἐκεῖνος εἶδεν· ἂν δὲ σὺ εἴπῃς, ἐκεῖνος ἐπιλανθάνεται. Ἰδοὺ γὰρ ἐγὼ Θεός εἰμι ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ. Ὁρᾷς; Ἐγὼ οὐ μὴ μνησθῶ, φησί· φιλανθρωπίας γὰρ τοῦτο· σὺ δὲ μνήσθητι, ἵνα σωφρονισμοῦ λάβῃς ὑπόθεσιν. Τούτων ἀκούσας ὁ Παῦλος, ἁμαρτημάτων, ὧν οὐκ ἐμέμνητο ὁ Θεὸς, αὐτὸς διηνεκῶς ἐμέμνητο οὑτωσὶ λέγων· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν· καὶ, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὐκ εἶπεν, Ἤμην, ἀλλ', Εἰμί. Ἡ συγχώρησις ἐγένετο τῶν ἁμαρτημάτων παρὰ τῷ Θεῷ, καὶ ἡ μνήμη τῶν συγκεχωρημένων ἁμαρτημάτων οὐκ ἠφανίζετο παρὰ τῷ Παύλῳ· ἅπερ ὁ Δεσπότης ἀπήλειψε, ταῦτα αὐτὸς ἐξεπόμπευεν. Ἠκούσατε γὰρ τοῦ προφήτου λέγοντος, Καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι. Ὁ Θεὸς σκεῦος ἐκλογῆς αὐτὸν καλεῖ, καὶ οὗτος πρῶτον τῶν ἁμαρτωλῶν ἑαυτὸν καλεῖ. Εἰ δὲ τῶν συγκεχωρημένων ἁμαρτημάτων οὐκ ἐπελανθάνετο, ἐννόησον πῶς τῶν εὐεργεσιῶν ἐμέμνητο τοῦ Θεοῦ. Καὶ τί λέγω, ὅτι οὐ καταισχύνει μνήμη ἁμαρτημάτων; οὐχ οὕτως ἡμᾶς ποιεῖ λαμπροὺς κατορθωμάτων μνήμη, ὡς ἡ τῶν ἁμαρτημάτων μνήμη· μᾶλλον δὲ ἡ μὲν τῶν κατορθωμάτων μνήμη οὐ μόνον οὐ ποιεῖ λαμπροὺς, ἀλλὰ καὶ αἰσχύνης πληροῖ καὶ καταγνώσεως· ἡ δὲ τῶν ἁμαρτημάτων μνήμη παῤῥησίας ἡμᾶς ἐμπίπλησι καὶ δικαιοσύνης πολλῆς. Τίς τοῦτό φησιν; Ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Ὁ μὲν γὰρ εἰπὼν τὰ ἁμαρτήματα, κατῆλθε δεδικαιωμένος· ὁ δὲ εἰπὼν τὰ κατορθώματα, κατῆλθεν ἐλάττων τοῦ τελώνου γενόμενος. Ὁρᾷς ὅση βλάβη μεμνῆσθαι κατορθωμάτων, ὅση ὠφέλεια μὴ ἐπιλελῆσθαι ἁμαρτημάτων; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ τῶν κατορθωμάτων μεμνημένος εἰς ἀπόνοιαν αἴρεται, ὑπερορᾷ τῶν λοιπῶν ἀνθρώπων, ὅπερ ὁ Φαρισαῖος ἔπαθεν· οὐ γὰρ ἂν εἰς τοσαύτην ἀλαζονείαν ἦλθεν, οὐκ ἂν εἶπεν, Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, εἰ μὴ ἐμέμνητο τῆς νηστείας αὐτοῦ καὶ τῆς δεκάτης· ἡ δὲ μνήμη τῶν ἁμαρτημάτων καταστέλλει τὴν διάνοιαν, ταπεινοφρονεῖν πείθει, καὶ διὰ τῆς ταπεινοφροσύνης ἐπισπᾶται τοῦ Θεοῦ τὴν εὔνοιαν. Ἄκουσον γοῦν πῶς καὶ ὁ Χριστὸς κελεύει λήθῃ παραπέμπειν ἡμᾶς τὰ κατορθώματα. Ὅταν ταῦτα πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Σὺ λέγε ὅτι ἀχρεῖος δοῦλος εἶ, ἐγώ σε οὐ ποιῶ ἀχρεῖον· σὺ ἐὰν ὁμολογήσῃς τὴν εὐτέλειαν τὴν σεαυτοῦ, ἐγώ σε λαμπρὸν ποιῶ καὶ στεφανῶ. Ὁρᾷς διὰ πόσων ἡμῖν ἀποδέδεικται κέρδος ἔχουσα τῶν ἁμαρτημάτων ἡ μνήμη, καὶ βλάβος τῶν κατορθωμάτων ἡ μνήμη, καὶ τοὐναντίον πάλιν, κόλασις μὲν ἀπὸ τῆς λήθης τῶν ἁμαρτημάτων, ὠφέλεια δὲ ἀπὸ τῆς λήθης τῶν κατορθωμάτων ἡμῖν γινομένη; Βούλει μαθεῖν καὶ ἑτέρωθεν ὅτι κατόρθωμα μέγιστον τὸ μεμνῆσθαι ἁμαρτημάτων; Ἄκουσον τοῦ Ἰώβ. Ὥσπερ γὰρ ἐπὶ τοῖς ἄλλοις ἐκαλλωπίζετο, οὕτω δὴ καὶ ἐπὶ τῇ ἐξομολογήσει τῶν ἁμαρτημάτων, οὑτωσὶ λέγων· Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως διετράπην πολυοχλίαν λαοῦ μου, τοῦ μὴ ἐξαγγεῖλαι τὰς ἁμαρτίας μου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐδέποτέ με σύλλογος τῶν συνδούλων εἰς αἰσχύνην ἤγαγε. Τί γὰρ ὄφελος ἐκ τῆς ἀγνοίας τῶν ἀνθρώπων, τοῦ κριτοῦ πάντα εἰδότος; τί δὲ βλάβος ἐκ τοῦ εἰδέναι τούτους τὰ πεπλημμελημένα, ὅταν ἐκεῖνος ἀπολῦσαι βούληται τῆς δίκης; Κἂν πάντες δικάζωσιν, ὁ δὲ δικαστὴς ἀποψηφίσηται, οὐδείς μοι λόγος τῆς ἐκείνων ψήφου· κἂν ἅπαντες ἐπαινέσωσι καὶ θαυμάσωσιν, ἐκεῖνος δέ με καταδικάζῃ, οὐδέν μοι πάλιν ὄφελος τῆς ἐκείνων κρίσεως. Πανταχοῦ γὰρ πρὸς ἐκεῖνον ὁρᾷν χρὴ, καὶ ταὐτὸ ποιεῖν ἐπὶ τῶν ἁμαρτημάτων, ὅπερ ποιοῦμεν ἐπὶ τῆς τῶν χρημάτων δαπάνης. Εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν λόγον τῶν δαπανηθέντων, ἵν' εἰδῶμεν τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν εἰδῶμεν ὀλίγον ὂν τὸ ὑπολελειμμένον, παντὶ τρόπῳ προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων τῶν ἡμετέρων ποιῶμεν. Τὸ συνειδὸς τὸ ἡμέτερον καλέσαντες ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων· ἐξετάσωμεν, τί μὲν εἰς δέον ἀνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολογίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λογισμὸς ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων, εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων, ἐλεημοσύνας, νηστείας. Εἰ γὰρ μέλλοιμεν δαπανᾷν μὲν ἀκαίρως, μηδὲν δὲ ἀποτίθεσθαι, μηδὲ θησαυρίζειν ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην κατενεχθέντες πενίαν, λήσομεν πρὸς τὴν ἀθάνατον τοῦ πυρὸς ἑαυτοὺς παραπέμποντες κόλασιν. Τῶν μὲν οὖν χρημάτων ὑπὸ τὴν ἕω τὸν λόγον ποιεῖν εἰώθαμεν, τῶν δὲ πράξεων μετὰ τὸ δεῖπνον καὶ τὴν ἑσπέραν αὐτὴν, ἐπὶ τῆς κλίνης κείμενοι, οὐδενὸς ἐνοχλοῦντος, οὐδενὸς θορυβοῦντος, τῶν μεθ' ἡμέραν ἡμῖν πεπραγμένων καὶ λελεγμένων ἁπάντων ἀπαιτῶμεν τὰς εὐθύνας ἡμᾶς ἑαυτούς· κἂν ἴδωμέν τι ἡμαρτημένον, κολάσωμεν τὸ συνειδὸς, ἐπιτιμήσωμεν τῇ διανοίᾳ, κατανύξωμεν τὸν λογισμὸν οὕτω σφοδρῶς, ὡς μηκέτι τολμῆσαι διαναστάντας ἡμᾶς πρὸς τὸ αὐτὸ τῆς ἁμαρτίας ἀγαγεῖν βάραθρον τῆς ἐν ἑσπέρᾳ πληγῆς μεμνημένον.