# Non esse desperandum 6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse desperandum, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/non-esse-desperandum/6

Ἀκούσατε ταῦτα, ἄνδρες, παιδεύθητε, γυναῖκες, μιμησώμεθα τὸν δίκαιον ἅπαντες. Μηδὲν ἔστω γυναικὶ ἀνδρὸς τιμιώτερον, μηδὲν ἀνδρὶ γυναικὸς ποθεινότερον. Τοῦτο πάντων ἡμῶν συγκρατεῖ τὴν ζωὴν, τὸ ὁμονοεῖν γυναῖκα πρὸς ἄνδρα· τοῦτο συνέχει τὸν κόσμον ἅπαντα. Καθάπερ γὰρ τοῦ θεμελίου σαλευθέντος, πᾶσα ἡ οἰκοδομὴ καταφέρεται· οὕτω καὶ γάμων στασιαζόντων, ἅπας ὁ βίος ἡμῶν ἀνατρέπεται. Ὅρα γάρ· ὁ κόσμος ἐκ τῶν πόλεων συνέστηκεν, αἱ πόλεις ἐκ τῶν οἰκιῶν, αἱ οἰκίαι ἐξ ἀνδρῶν καὶ γυναικῶν. Ἂν τοίνυν ἐπεισέλθῃ πόλεμος μεταξὺ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, εἰς τὰς οἰκίας εἰσῆλθεν ὁ πόλεμος· τούτων δὲ ταραττομένων, καὶ αἱ πόλεις ἀνάστατοι γίνονται· πόλεων δὲ στασιαζουσῶν, καὶ τὴν οἰκουμένην πᾶσαν ἀνάγκη ταραχῆς ἐμπεπλῆσθαι, καὶ πολέμου, καὶ μάχης. Διὰ τοῦτο ὁ Θεὸς πολλὴν ἐποίησε τοῦ πράγματος τούτου τὴν πρόνοιαν· διὰ τοῦτο οὐκ ἀφίησιν ἐκβαλεῖν γυναῖκα, ἀλλ' ἢ ἐπὶ πορνείᾳ μόνον. Τί οὖν ἂν λοίδορος ᾖ, φησὶν, ἂν δαπανηρὰ καὶ πολυτελὴς, καὶ μυρία ἕτερα ἐλαττώματα ἔχῃ; Φέρε πάντα γενναίως, καὶ μὴ ἐκβάλῃς διὰ τὰ ἐλαττώματα, ἀλλὰ διόρθωσον τὰ ἐλαττώματα. Διὰ τοῦτο κεφαλῆς ἐπέχεις χώραν, ἵνα εἰδῇς θεραπεύειν τὸ σῶμα. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέτερον, κἂν μυρία ἔχῃ τραύματα οὐκ ἀποτέμνομεν τὴν κεφαλήν. Μὴ τοίνυν μηδὲ τὴν γυναῖκα ἀποτέμνῃς ἑαυτοῦ· ἐν τάξει γὰρ ἡμῖν ἐστι τοῦ σώματος ἡ γυνή. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· Οἱ ἄνδρες οὕτως ὀφείλουσιν ἀγαπᾷν τὰς γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Καὶ πρὸς τὰς γυναῖκας δὲ ὁ αὐτὸς νόμος ἡμῖν· ὡς τὴν ἑαυτῆς φίλει κεφαλὴν, ὦ γύναι· καὶ εἰ τιμᾷς, οὕτω τίμα τὸν ἄνδρα· οὐ γὰρ εἰκῆ τοσοῦτον ὑπὲρ τοῦ πράγματος ποιούμεθα λόγον. Οἶδα ὅσων ἀγαθῶν αἴτιόν ἐστι, τὸ γυναῖκα πρὸς ἄνδρα μὴ διχοστατεῖν· οἶδα ὅσων κακῶν ἐστιν ὑπόθεσις, ὅταν οὗτοι πρὸς ἑαυτοὺς διαστασιάζωσι. Τότε γὰρ οὐ πλοῦτος, οὐκ εὐπαιδία, οὐ πολυπαιδία, οὐκ ἀρχὴ καὶ δυναστεία, οὐ δόξα καὶ τιμὴ, οὐ τρυφὴ καὶ πολυτέλεια, οὐκ ἄλλη τις εὐπραγία δύναιτ' ἂν εὐφρᾶναί ποτε γυναῖκα ἢ ἄνδρα, ὅταν πρὸς ἀλλήλους ζυγομαχῶσι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Non esse desperandum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg083.local001/.
