# Peccata fratrum non evulganda 1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/peccata-fratrum-non-evulganda/1

Μακαρίζω τῆς σπουδῆς ὑμᾶς, ἀγαπητοὶ, μεθ' ἧς εἰς τὸν πατρῷον οἶκον συντρέχετε. Ἀπὸ γὰρ τῆς σπουδῆς ταύτης καὶ περὶ τῆς ὑγιείας ἡμῶν τῆς κατὰ ψυχὴν ἔχω θαῤῥεῖν· καὶ γὰρ ἰατρεῖον θαυμαστὸν τῆς Ἐκκλησίας τὸ διδασκαλεῖόν ἐστιν· ἰατρεῖον, οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν. Πνευματικὸν γάρ ἐστι, καὶ οὐχὶ τραύματα σαρκὸς, ἀλλ' ἁμαρτήματα διανοίας διορθοῦται· τῶν δὲ ἁμαρτημάτων τούτων καὶ τῶν τραυμάτων τὸ φάρμακον ὁ λόγος ἐστί. Τοῦτο τὸ φάρμακον οὐκ ἐκ βοτανῶν τῶν ἐπὶ γῆς, ἀλλ' ἀπὸ τῶν ῥημάτων τῶν ἐξ οὐρανοῦ σύγκειται· τοῦτο οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ προφητῶν κατεσκεύασαν γλῶτται. Διὰ τοῦτο διαρκές ἐστι, καὶ οὔτε πλήθει χρόνων ἀμαυροῦται, οὔτε δυνάμει νοσημάτων ἐλέγχεται. Τὰ μὲν γὰρ τῶν ἰατρῶν φάρμακα ἀμφότερα ταῦτα ἔχει τὰ ἐλαττώματα· νεαρὰ μὲν γὰρ ὄντα τὴν ἰσχὺν ἐπιδείκνυται τὴν ἑαυτῶν ὅταν δὲ χρόνος παρέλθῃ πολὺς, καθάπερ τὰ γεγηρακότα τῶν σωμάτων, ἀσθενέστερα γίνεται· πολλάκις δὲ αὐτὰ καὶ δυσκολία ἀῤῥωστημάτων διήλεγξεν· ἀνθρώπινα γάρ ἐστι· τὸ δὲ θεῖον φάρμακον οὐ τοιοῦτον, ἀλλὰ χρόνου διαγενομένου πολλοῦ, τὴν οἰκείαν ἰσχὺν ἔχει πᾶσαν. Ἐξ ὅτου γοῦν ἐγένετο Μωϋσῆς (ἐξ ἐκείνου γὰρ ἡ ἀρχὴ τῶν Γραφῶν), τοσούτους ἐθεράπευσεν ἀνθρώπους, καὶ τὴν οἰκείαν δύναμιν οὐκ ἀπέβαλεν· ἀλλ' οὐδὲ νόσημα αὐτοῦ περιεγένετο πώποτε. Τοῦτο τὸ φάρμακον οὐκ ἔστιν ἀργύριον καταβαλόντα λαβεῖν, ἀλλ' ὁ προαίρεσιν καὶ διάθεσιν γνησίαν ἐπιδειξάμενος, ἅπαν ἔχων ἀπῆλθε. Διὰ τοῦτο καὶ πλούσιοι καὶ πένητες ὁμοίως τῆς ἰατρείας ἀπολαύουσι ταύτης. Ἔνθα μὲν γὰρ ἀνάγκη καταθεῖναι χρήματα, ὁ μὲν εὔπορος μετέχει τῆς ὠφελείας· ὁ δὲ πένης πολλάκις ἀπεστερημένος τοῦ κέρδους ἀπέρχεται, οὐκ ἀρκούσης αὐτῷ τῆς προσόδου πρὸς τὴν τοῦ φαρμάκου κατασκευήν. Ἐνταῦθα δὲ, ἐπειδὴ ἀργύριον οὐκ ἔστι καταβαλεῖν, ἀλλὰ πίστιν ἐπιδείξασθαι δεῖ καὶ προαίρεσιν, ὁ ταῦτα καταβαλὼν μετὰ προθυμίας, οὗτος καρποῦται μάλιστα τὴν ὠφέλειαν· ἐπειδὴ καὶ ταῦτα τῆς ἰατρείας ἐστὶν ὁ μισθός. Καὶ ὁ πλούσιος καὶ ὁ πένης τῆς ὠφελείας κοινωνοῦσιν ὁμοίως· μᾶλλον δὲ οὐχ ὁμοίως κοινωνοῦσι τῆς ὠφελείας, ἀλλὰ πολλάκις πλείονος ἀπολαύσας ὁ πένης ἀπέρχεται. Τί δήποτε; Ὅτι ὁ μὲν πλούσιος πολλαῖς προκατειλημμένος φροντίσιν, ἔχων τὴν ἀπόνοιαν καὶ τὸ φύσημα τὸ τῆς εὐπορίας, ὀλιγωρίᾳ συζῶν καὶ ῥᾳθυμίᾳ, οὐ μετὰ πολλῆς τῆς ἀκριβείας, οὐδὲ μετὰ πολλῆς τῆς σπουδῆς τὸ φάρμακον τῆς ἀκροάσεως τῶν Γραφῶν δέχεται· ὁ δὲ πένης τρυφῆς καὶ ἀδηφαγίας καὶ ῥᾳθυμίας ἀπηλλαγμένος, ἅπαντα τὸν χρόνον ἐν τῇ τῶν χειρῶν ἐργασίᾳ καὶ τοῖς δικαίοις ἀναλίσκων πόνοις, καὶ πολλὴν ἐντεῦθεν ψυχῇ συλλέγων φιλοσοφίαν, προσεκτικώτερός τε καὶ εὐτονώτερος γίνεται, καὶ μετὰ πλείονος προσέσχε ἀκριβείας τοῖς λεγομένοις· ὅθεν καὶ πλείονα καταβαλὼν τὸν μισθὸν, πλείονα τὴν ὠφέλειαν καρπωσάμενος ἄπεισιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg082.local001/.
