# Peccata fratrum non evulganda 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/peccata-fratrum-non-evulganda/2

Οὐ τῶν πλουτούντων ἁπλῶς κατηγορῶν ταῦτα εἶπον, οὐδὲ τοὺς πένητας ἁπλῶς ἐπαινῶν· οὔτε γὰρ ὁ πλοῦτος κακὸν, ἀλλὰ τὸ κακῶς κεχρῆσθαι τῷ πλούτῳ· οὔτε ἡ πενία καλὸν, ἀλλὰ τὸ καλῶς κεχρῆσθαι τῇ πενίᾳ. Ἐκολάζετο ὁ πλούσιος ἐκεῖνος ὁ ἐπὶ τοῦ Λαζάρου, οὐκ ἐπειδὴ πλούσιος ἦν, ἀλλ' ἐπειδὴ ὠμὸς ἦν καὶ ἀπάνθρωπος. Ἐπῃνεῖτο ὁ πένης ἐκεῖνος ὁ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, οὐκ ἐπειδὴ πένης ἦν, ἀλλ' ἐπειδὴ μετ' εὐχαριστίας τὴν πενίαν ἤνεγκε. Τῶν γὰρ πραγμάτων (προσέχετε δὲ μετὰ ἀκριβείας τούτῳ τῷ λόγῳ· ἱκανὴν γὰρ ὑμῖν ἐνθεῖναι φιλοσοφίαν δυνήσεται, καὶ πάντα διεφθαρμένον λογισμὸν ἐκβαλεῖν, καὶ ποιῆσαι περὶ τῶν ὄντων ὀρθὴν ἔχειν τὴν κρίσιν), τῶν τοίνυν πραγμάτων τὰ μέν ἐστι φύσει καλὰ, τὰ δὲ τὸ ἐναντίον· τὰ δὲ οὔτε καλὰ, οὔτε κακὰ, ἀλλὰ τὴν μέσην τάξιν ἐπέχει. Καλὸν ἡ εὐσέβεια φύσει, κακὸν ἡ ἀσέβεια· καλὸν ἡ ἀρετὴ, κακὸν ἡ πονηρία· ὁ δὲ πλοῦτος καὶ ἡ πενία καθ' ἑαυτὰ μὲν οὔτε τοῦτό ἐστιν, οὔτε ἐκεῖνο· παρὰ δὲ τὴν προαίρεσιν τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γίνεται. Ἂν μὲν γὰρ πρὸς φιλανθρωπίαν χρήσῃ τῷ πλούτῳ, γέγονέ σοι καλοῦ τὸ πρᾶγμα ὑπόθεσις· ἂν δὲ εἰς ἁρπαγὰς καὶ πλεονεξίας καὶ ὕβριν, πρὸς τὸ ἐναντίον ἔτρεψας αὐτοῦ τὴν χρῆσιν, ἀλλ' οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ πρὸς ὕβριν τῷ πλούτῳ χρησάμενος. Οὕτω καὶ περὶ τῆς πενίας ἔστιν εἰπεῖν· ἂν μὲν γὰρ γενναίως αὐτὴν ἐνέγκῃς εὐχαριστῶν τῷ Δεσπότῃ, γέγονέ σοι στεφάνων τὸ πρᾶγμα ἀφορμὴ καὶ ὑπόθεσις· ἂν δὲ βλασφημῇς διὰ τοῦτο τὸν πεποιηκότα, καὶ κατηγορῇς αὐτοῦ τῆς προνοίας, ἐπὶ κακῷ πάλιν ἐχρήσω τῷ πράγματι. Ἀλλ' ὥσπερ ἐκεῖ τῆς πλεονεξίας οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ κακῶς τῷ πλούτῳ χρησάμενος· οὕτω καὶ ἐνταῦθα τῆς βλασφημίας οὐ τὴν πενίαν αἰτιασόμεθα, ἀλλὰ τὸν μὴ βουληθέντα σωφρόνως τὸ πρᾶγμα ἐνεγκεῖν. Πανταχοῦ γὰρ καὶ ὁ ἔπαινος καὶ ὁ ψόγος τῆς γνώμης τῆς ἡμετέρας καὶ τῆς προαιρέσεώς ἐστιν. Ἀγαθὸς ὁ πλοῦτος, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ᾧ μή ἐστιν ἁμαρτία· καὶ πάλιν, πονηρὰ ἡ πενία, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἐν στόματι ἀσεβοῦς, ἐπειδὴ δυσχεραίνει, ἐπειδὴ βλασφημεῖ, ἐπειδὴ ἀγανακτεῖ, ἐπειδὴ κατηγορεῖ τοῦ πεποιηκότος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg082.local001/.
