# Peccata fratrum non evulganda 9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/peccata-fratrum-non-evulganda/9

Ἐβουλόμην πλείονα εἰπεῖν, καὶ ἑτέρους λόγους ὑμᾶς διδάξαι, δι' οὓς στεῖρα ἡ Ῥεβέκκα καὶ ἡ Ῥαχὴλ ἦν· ἀλλ' ὁ καιρὸς οὐκ ἀφίησι κατεπείγων τὸν λόγον πρὸς τὴν τῆς εὐχῆς δύναμιν. Διὰ γὰρ τοῦτο καὶ ταῦτα πάντα ἐκινήσαμεν, ἵνα μάθητε, πῶς τὴν στείρωσιν τῆς γυναικὸς ἔλυσε τοῦ Ἰσαὰκ ἡ εὐχὴ, καὶ εὐχὴ τοσούτου χρόνου. Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ γὰρ νομίσῃς ὅτι ἐκάλεσε τὸν Θεὸν, καὶ εὐθέως εἰσηκούσθη· πολὺν γὰρ ἀνάλωσε χρόνον δεόμενος τοῦ Θεοῦ. Καὶ εἰ βούλεσθε μαθεῖν πόσον, ἐγὼ ὑμῖν καὶ τοῦτο μετὰ ἀκριβείας ἐρῶ. Εἴκοσι ἐτῶν ἀριθμὸν ἀνάλωσε δεόμενος τοῦ Θεοῦ. Πόθεν τοῦτο δῆλον; Ἐκ τῆς ἀκολουθίας αὐτῆς. Βουλομένη γὰρ ἡ Γραφὴ τὴν πίστιν καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν δεῖξαι τοῦ δικαίου, οὐδὲ τὸν χρόνον ἀπεσιώπησεν, ἀλλὰ καὶ αὐτὸν δῆλον ἡμῖν ἐποίησε, λανθανόντως μὲν, ὥστε διεγεῖραι ἡμῶν τὴν ῥᾳθυμίαν, πλὴν ἀλλ' οὐκ ἀφῆκεν εἶναι ἀφανῆ. Ἄκουσον γοῦν πῶς λανθανόντως ἡμῖν τὸν χρόνον ἐδήλωσεν. Ἰσαὰκ δὲ ἦν ἐτῶν τεσσαράκοντα, φησὶν, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες πόσων ἐτῶν ἦν, ὅτε τὴν γυναῖκα ἠγάγετο; Τεσσαράκοντα ἐτῶν, φησὶν, ἦν ὅτε ἔλαβε τὴν Ῥεβέκκαν. Ἀλλ' ἐπειδὴ ἐμάθομεν πόσων ἐτῶν ὢν ἔγημε τὴν γυναῖκα, μάθωμεν καὶ πότε ἐγένετο λοιπὸν πατὴρ, καὶ πόσων ἐτῶν ἦν τότε, ὅτε ἐγέννησε τὸν Ἰακώβ· καὶ δυνησόμεθα ἰδεῖν πόσον ἔμεινε χρόνον στεῖρα ἡ γυνὴ, καὶ ὅτι τοῦτον ἅπαντα ἐδέετο τοῦ Θεοῦ τὸν χρόνον. Πόσων οὖν ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Ἰακώβ; Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἐπειλημμένος τῇ δεξιᾷ τῆς πτέρνης τοῦ ἀδελφοῦ αὐτοῦ· διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰακὼβ, ἐκεῖνον δὲ Ἡσαῦ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἐγέννησεν αὐτούς. Εἰ τοίνυν, ὅτε μὲν ἠγάγετο τὴν Ῥεβέκκαν, τεσσαράκοντα τῶν ἦν, ὅτε δὲ ἐγέννησε τοὺς υἱοὺς, ἑξήκοντα, εὔδηλον ὅτι εἴκοσιν ἔτη μεταξὺ στεῖρα ἔμεινεν ἡ γυνὴ, καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἐδέετο τοῦ Θεοῦ ὁ Ἰσαάκ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg082.local001/.
