# Post reditum a priore exsilio (sermo 2) 1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Post reditum a priore exsilio (sermo 2), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/post-reditum-a-priore-exsilio-sermo-2/1

Ὅτε τὴν Σάῤῥαν ἀπὸ τοῦ Ἀβραὰμ ἥρπασεν ὁ Φαραὼ, τὴν καλὴν καὶ εὐειδῆ γυναῖκα ὁ πονηρὸς καὶ βάρβαρος καὶ Αἰγύπτιος, ἀδίκοις ὀφθαλμοῖς ἰδὼν αὐτῆς τὸ κάλλος, καὶ μοιχείας ἐργάσασθαι δρᾶμα βουλόμενος· τότε δὴ, τότε παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἐκόλασεν ὁ Θεὸς, ἵνα δειχθῇ καὶ τοῦ δικαίου ἡ ἀνδρεία, καὶ τῆς γυναικὸς ἡ σωφροσύνη, καὶ τοῦ βαρβάρου ἡ ἀκολασία, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία· τοῦ δικαίου ἡ ἀνδρεία, ὅτι ἔφερεν εὐχαρίστως τὸ γενόμενον· τῆς γυναικὸς ἡ σωφροσύνη, ὅτι ἐνέπεσεν εἰς τὰς βαρβαρικὰς χεῖρας, καὶ τὴν σεμνότητα διετήρησε· τοῦ βαρβάρου ἡ ἀκολασία, ὅτι ἀλλοτρίᾳ ἐπῆλθεν εὐνῇ· τοῦ Θεοῦ ἡ φιλανθρωπία, ὅτι μετὰ ἀπόγνωσιν ἀνθρώπων, τότε τὸν στέφανον ἤνεγκε τῷ δικαίῳ. Ταῦτα ἐγίνετο τότε ἐπὶ τοῦ Ἀβραὰμ, ἐγένετο δὲ σήμερον ἐπὶ τῆς Ἐκκλησίας. Αἰγύπτιος οὗτος, ὡς ἐκεῖνος Αἰγύπτιος· οὗτος δορυφόρους εἶχεν, ἐκεῖνος ὑπασπιστάς· ἐκεῖνος τὴν Σάῤῥαν, οὗτος τὴν Ἐκκλησίαν· μίαν νύκτα ἐκεῖνος συνέσχε, μίαν ἡμέραν οὗτος εἰσῆλθεν· οὐδ' ἂν τὴν μίαν συνεχωρήθη, ἀλλ' ἵνα δειχθῇ τῆς νύμφης ἡ σωφροσύνη, ὅτι εἰσέρχεται, καὶ οὐ διεφθάρη αὐτῆς τὸ κάλλος τῆς σωφροσύνης, καίτοι μοιχὸν ἡτοίμασε, καὶ τὰ γραμματεῖα συνετελεῖτο, καὶ πολλοὶ τῶν τῆς οἰκίας ὑπέγραφον. Ἀπηρτίσθη ἡ μηχανὴ, καὶ τὸ τέλος οὐκ ἐγένετο. Ἐφάνη ἐκείνου ἡ πονηρία, καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία. Ἀλλ' ὁ μὲν βάρβαρος τότε ἐκεῖνος ἐπιγνοὺς τὸ ἁμάρτημα, ὡμολόγησε τὸ παρανόμημα· λέγει γὰρ τῷ Ἀβραάμ· Τί ἐποίησας τοῦτο; εἰς τί εἶπας, ὅτι ἀδελφή μού ἐστι; καὶ μικροῦ ἂν ἥμαρτον· οὗτος δὲ μετὰ τὴν παρανομίαν ἐπηγωνίσατο. Ἄθλιε καὶ ταλαίπωρε, Ἥμαρτες, ἡσύχασον, μὴ πρόσθες ἁμαρτίαν ἐφ' ἁμαρτίαν. Κἀκείνη μὲν ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν Αἰγυπτιακόν· ἡ δὲ Ἐκκλησία ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν ἀπὸ τῆς γνώμης, καὶ σωφρονεστέρα ἐφάνη. Ὄρα δὲ τὴν μανίαν τοῦ βαρβάρου. Ἐξέβαλες τὸν ποιμένα· τί τὴν ἀγέλην διέσπασας; Ἀπέστησας τὸν κυβερνήτην· τί τοὺς οἴακας κατέκλασας; Τὸν ἀμπελουργὸν ἐξέβαλες· τί τὰς ἀμπέλους ἀνέσπασας; τί τὰ μοναστήρια διέφθειρας; Βαρβάρων ἔφοδον ἐμιμήσω.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Post reditum a priore exsilio (sermo 2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg093.local001/.
