Ancient Greek · ~3 min
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Precatio [Sp.] Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Not analysed yet
Τοῦ Κυρίου δεηθῶμεν. Ἐπικαλούμεθά σε, Δέσποτα Θεὲ παντοκράτορ, ὕψιστε, ἀπείρατε, εἰρηνικὲ βασιλεῦ, ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐκ σοῦ γὰρ ἀνεφύη, καὶ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, δοὺς τοῖς ἀνθρώποις ὑπακούειν τετράποδα καὶ ἄλογα ζῶα· ὅτι σὺ ὑπέταξας αὐτὰ, Κύριε. Ἔκτεινον τὴν χεῖρά σου τὴν κραταιὰν, καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ τὸν ἅγιον, καὶ ἐπισκοπῶν ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο. Κατάπεμψον αὐτῷ ἄγγελον εἰρηνικὸν, ἄγγελον κραταιὸν, ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ' αὐτοῦ πᾶν πονηρὸν καὶ ἀκάθαρτον δαιμόνιον. Ὅτι σὺ Κύριος μόνος ὕψιστος, παντοκράτωρ, εὐλογητὸς, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.