Ancient Greek · ~2 min
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Precatio [Sp.] Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Not analysed yet
Τοῦ Κυρίου δεηθῶμεν. Ὁ πᾶσιν ἀκαθάρτοις πνεύμασιν ἐπιτιμήσας, καὶ δυνάμει ῥήματος ἐκδιώξας τὴν λεγεῶνα, ἐπιφανήθητι καὶ νῦν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, ἐπὶ τὸ πλάσμα ὃ καὶ εἰκόνα σου, ἐποίησας, καὶ ἐξελοῦ αὐτὸ καταδυναστευόμενον ὑπὸ τοῦ ἀντικειμένου· ἵνα ἐλεηθὲν καὶ καθαρισθὲν ἐνταγῇ τῇ ἁγίᾳ σου ποίμνῃ, καὶ φυλαχθῇ ναὸς ἔμψυχος τοῦ ἁγίου Πνεύματος καὶ τῶν θείων καὶ ἀχράντων ἁγιασμάτων, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.