Ancient Greek · ~31 min
ΠΡΟΘΕΩΡΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Prooemia in Psalmos (fragmenta) [Sp.] 1.1
Not analysed yet
Πᾶσαι μὲν ἅγιαι αἱ θεῖαι Γραφαί· ἔχουσι δέ τι πλέον οἱ Ψαλμοί· οἷον περὶ σωφροσύνης εὐθέως, μᾶλλον δὲ πρὸ πάντων, περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, ἀπ' αὐτῆς εὐθὺς τῆς ἀρχῆς τοῦ βιβλίου. Διὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ μακάριος Δαυῒδ λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Μακαριότητα δὲ ὅταν εἴπῃ, τὴν κορυφὴν λέγει τῶν ἀγαθῶν ἁπάντων. Περὶ δὲ τοῦ συνεῖναι ἀγαθοῖς, περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ ἀκολασίας, περὶ τοῦ μὴ πλεονεκτεῖν, ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ δόξα, καὶ ὅσα τοιαῦτα. Καὶ περὶ μὲν τοῦ σωφρονεῖν ἀκούσῃ αὐτοῦ λέγοντος, Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων· καὶ πάλιν, Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Περὶ δὲ τοῦ δεῖν γαστρὸς κατέχειν, Καὶ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων ἀπέχεσθαι· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Καὶ δόξης μὴ ἐπιθυμεῖν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ. Τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζηλοῦ ἐν πονηρευομένοις. Τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Μηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ' ἔστιν ἀνταπόδοσις, φησίν· Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διὰ τί δὲ οὐ καθ' ἡμέραν ἀνταποδίδωσιν; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος. Ὅτι ἡ ταπεινοφροσύνη καλόν· Κύριε, οὐχ ὑψώθη, φησὶν, ἡ καρδία μου. Καὶ ὅτι ἡ ὑπερηφανία κακόν· Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Καὶ πάλιν, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Ὅτι κακῶς λέγειν οὐ δεῖ· Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις ἐντεῦθεν ἐμφιλόσοφα δόγματα. Καὶ γὰρ οὐ περὶ τῶν παρόντων μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων διαλέγεται, καὶ περὶ τῶν ὁρωμένων, καὶ περὶ τῆς ἀοράτου κτίσεως. Καὶ περὶ οὐρανοῦ θέλεις μαθεῖν, πότερον μένει τοιοῦτος, ἢ μεταβάλλεται; Σαφῶς ἀποκρίνεταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται. Καὶ περὶ τοῦ σχήματος ἐὰν θέλῃς ἀκοῦσαι, ἀκούσῃ πάλιν, Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Ἐὰν περὶ τῶν νώτων αὐτοῦ βουληθῇς τι πλέον εἰδέναι, ἐρεῖ σοι πάλιν, Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Καὶ οὐδ' ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ περὶ τοῦ πλάτους καὶ ὕψους σοι διαλέγεται, δεικνὺς ταῦτα ἰσόμετρα ὄντα· Καθόσον γὰρ, φησὶν, ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοῖς φοβουμένοις αὐτόν. Κἂν τῆς γῆς τὰ θεμέλια περιεργάσῃ, οὐδὲ ταῦτά σοι ἀποκρύψει, ἀλλ' ἀκούσῃ λέγοντος, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Κἂν περὶ τῶν σεισμῶν θέλῃς μαθεῖν πόθεν γίνονται, ἀπαλλάξει σε πάσης ἀπορίας οὕτω λέγων· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Ἂν τῆς νυκτὸς ζητεῖς τὴν χρῆσιν, καὶ ταῦτα εἴσῃ παρ' αὐτοῦ μαθεῖν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Καὶ τὰ ὄρη ποῦ χρήσιμα, ἐρεῖ σοι· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ διὰ τί αἱ πέτραι, λέγει σοι· Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Διὰ τί τὰ ἄκαρπα δένδρα, μάθε· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· Διὰ τί ἐν ἐρήμοις αἱ πηγαί; Ἐπ' αὐτὰς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, καὶ τὰ θηρία τοῦ ἀγροῦ. Διὰ τί οἶνος; Οὐχ ἵνα πίνῃς μόνον, ἐπεὶ ἤρκει καὶ ἡ τοῦ ὕδατος φύσις, ἀλλ' ἵνα εὐφρανθῇς καὶ ἡσθῇς· Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦτο δὲ μαθὼν, εἴσῃ καὶ μέχρι ποῦ τῷ οἴνῳ χρῆσθαι δεῖ. Πόθεν τρέφεται τὰ πετεινὰ καὶ τὰ ἄγρια θηρία, ἀκούσῃ λέγοντος· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Κἂν εἴπῃς, διὰ τί τὰ κτήνη; ἀποκρίνεταί σοι, ὅτι καὶ ταῦτα διὰ σέ· Ὁ ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τί τῆς σελήνης ἡ χρεία, ἄκουσον λέγοντος· Ἐποίησε σελήνην εἰς καιρούς. Ὅτι γενητὰ πάντα τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, καὶ τοῦτο σαφῶς ἐδίδαξεν· Αὐτὸς, φησὶν, εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ ὅτι θανάτου λύσις ἔσται, διδάσκει λέγων· Ὁ Θεός μου λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Πόθεν τὸ σῶμα ἡμῶν γέγονε, καὶ ποῦ πάλιν ἀπέρχεται, λέγει· Ἐμνήσθη ὅτι χοῦς ἐσμὲν, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ. Διὰ τί ταῦτα πάντα; Διὰ σέ· Δόξῃ γὰρ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Ἔχομέν τι κοινὸν πρὸς τοὺς ἀγγέλους οἱ ἄνθρωποι, καὶ τοῦτο λέγει· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Καὶ περὶ τῆς ἀγάπης τοῦ Θεοῦ λέγει· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Περὶ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς, καὶ τῆς ἀταράχου λήξεως ἐκείνης· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Διὰ τί οὕτω μέγας ὁ οὐρανὸς, ἐρεῖ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Διὰ τί νὺξ καὶ ἡμέρα; Οὐχ ἵνα φαίνωσι καὶ ἀναπαύωσι μόνον, ἀλλ' ἵνα καὶ παιδεύωσιν. Οὐ γάρ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ Ἄβυσσος ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτῆς. Οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἔχει. Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες, καὶ τὰ ἄλλα πάντα εἴσεσθε· τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ κατὰ τὸν ἠθικὸν λόγον, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε. Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραμυθίαν· κἂν εἰς ἁμαρτίαν, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις· ἂν εἰς πενίαν, ἂν εἰς θλίψιν, πολλοὺς τοὺς λιμένας ὄψει. Κἂν δίκαιος ᾖς, πολλὴν ὠφέλειαν ἐκεῖθεν καρπώσῃ· κἂν ἁμαρτωλὸς, πολλὴν τὴν παραμυθίαν. Ἄν τε γὰρ δίκαιος ᾖς καὶ πάσχῃς δεινὰ, ἀκούσῃ, ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἂν ἐπάρῃ σε τὰ κατορθώματα, λέγει σοι· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ εὐθέως ταπεινωθήσῃ. Ἂν ἁμαρτωλὸς ᾖς καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· καὶ ἀναστήσῃ ταχέως. Κἂν διάδημα ἔχῃς ἐπὶ τῆς κεφαλῆς, μαθήσῃ, ὅτι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· καὶ δυνήσῃ μετριάζειν. Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. καὶ ὅτι Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καὶ οὐδὲν ἡγήσῃ μέγα εἶναι τῶν ἐπὶ τῆς γῆς. Τὸ γὰρ πάντων λαμπρότερον, ἡ δόξα καὶ ἡ δυναστεία, ὅταν οὕτως εὐτελὴς ᾖ, τί ἕτερον ἄξιον ἂν εἴη λόγου τῶν ἐπὶ τῆς γῆς; Ἀλλ' ἐν ἀθυμίᾳ κατέστης; Εἰπέ· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ. Ἀλλ' ὁρᾷς εὐδοκιμοῦντας παρ' ἀξίαν; Ἄκουσον λέγοντος, ὅτι Ὡσεὶ χόρτος, ταχὺ ξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ ἀποπεσοῦνται. Βλέπεις δικαίους καὶ ἁμαρτωλοὺς κολαζομένους; Ἴδε ὅτι οὐχ ἡ αὐτὴ αἰτία· Πολλαὶ γὰρ, φησὶν, αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· ἐπὶ δὲ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν· Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ταῦτα λέγε συνεχῶς, ἐντεῦθεν παιδεύου. Τούτων γὰρ ἕκαστον τῶν ῥημάτων πέλαγος ἀχανὲς νοημάτων· ἡμεῖς γὰρ ἁπλῶς ταῦτα παρεδράμομεν· εἰ δὲ βουληθείητε μετὰ ἀκριβείας διερευνᾶσθαι τὰ εἰρημένα, πολὺν ὄψεσθε τὸν πλοῦτον καὶ ἀπ' αὐτῶν, καὶ ἀπὸ τῶν ἄλλων Γραφῶν ὁμοίως.