# Quales ducendae sint uxores (+ Encomium ad Maximum) 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quales ducendae sint uxores (+ Encomium ad Maximum), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/quales-ducendae-sint-uxores-encomium-ad-maximum/1.1

Ὅτι μὲν ἀπελείφθην ὑμῶν τῇ παρελθούσῃ συνάξει, ἤλγησα· ὅτι δὲ πλουσιωτέρας ἀπελαύσατε τραπέζης, ἥσθην. Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα πρώην ἡμῖν ἀνέτεμε, καὶ τὰ σπέρματα κατέβαλε δαψιλεῖ γλώττῃ, καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας ἐγεώργησε τὰς ὑμετέρας ψυχάς. Εἴδετε γλῶτταν ἐκκεκαθαρμένην, ἠκούσατε λόγον ἀποτετορνευμένον, ἀπελαύσατε ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, εἴδετε πηγὴν ποταμοὺς ἀφιεῖσαν χρυσίου καθαροῦ. Λέγεταί τις ποταμὸς χρυσίου ψήγματα φέρειν τοῖς περιοικοῦσιν αὐτὸν ἀνθρώποις, οὐ τῆς φύσεως τῶν ὑδάτων τὸ χρυσίον τικτούσης, ἀλλ' ἐπειδὴ τοῦ ποταμοῦ τὰς πηγὰς ἐν μεταλλικοῖς ὄρεσι διέρχεσθαι συνέβη, δι' ἐκείνων τῶν ὀρέων ὁ ποταμὸς ῥέων καὶ τὴν χρυσῖτιν παρασύρων γῆν, θησαυρὸς τοῖς παροικοῦσι γίνεται, ἐσχεδιασμένον παρέχων τὸν πλοῦτον. Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην τὸν ποταμὸν, ὥσπερ διὰ μεταλλικῶν ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις κομίζων ψυχαῖς. Καὶ οἶδα μὲν ὅτι πτωχότερα τὰ ἡμέτερα ὑμῖν φαίνεται σήμερον. Ὁ γὰρ πενιχρᾶς ἀπολαύων τραπέζης διηνεκῶς, ἂν εὐπορωτέρας μεταξύ που τινὸς ἐπιτύχῃ, εἶτα πρὸς τὴν ἑαυτοῦ πάλιν ἐπανέλθῃ, μᾶλλον αὐτῆς κατόψεται τὴν πενίαν. Οὐ μὴν διὰ τοῦτο ὀκνηρότερον ἀποδύσομαι. Ἴστε γὰρ, Παύλῳ μαθητευθέντες, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, καὶ τοὺς πλουσίους θαυμάζειν, καὶ τοὺς πένητας μὴ διαπτύειν. Καὶ καθάπερ οἱ φίλοινοι καὶ οἱ φιλοπόται ἀσπάζονται μὲν τὸν ἀμείνω οἶνον, οὐ μὴν δὲ τοῦ καταδεεστέρου καταφρονοῦσιν· οὕτω δὴ καὶ ὑμεῖς περὶ τὴν τῶν θείων λογίων ἀκρόασιν μεμηνότες, ἀποδέχεσθε μὲν τοὺς σοφωτέρους τῶν διδασκάλων, καὶ τοῖς εὐτελεστέροις δὲ οὐ τὴν τυχοῦσαν παρέχετε σπουδὴν καὶ προθυμίαν. Οἱ μὲν γὰρ χαῦνοι καὶ διαλελυμένοι, καὶ πρὸς τὴν πολυτελεστέραν ναυτιῶσι τράπεζαν· οἱ δὲ διεγηγερμένοι καὶ νήφοντες, καὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ πρὸς τὴν πενεστέραν μετὰ πολλῆς τρέχουσι προθυμίας. Καὶ ὅτι οὐ κολακεία τὰ ῥήματα, ἀπὸ τῆς πρώην ὑμῖν διαλέξεως γενομένης τοῦτο ἐδείξατε μάλιστα. Ἐπειδὴ γὰρ πολλοὺς περὶ γάμων λόγους ἐποιούμεθα πρὸς ὑμᾶς, δεικνύντες ὅτι μοιχεία τις ἀπηρτισμένη τὸ ἐκβάλλειν γυναῖκας, ἢ ἐκβεβλημένας λαμβάνειν, ζώντων ἔτι τῶν προτέρων ἀνδρῶν, καὶ τὸν τοῦ Χριστοῦ νόμον ἀναγινώσκοντες τὸν λέγοντα, ὅτι Ὃ ἀπολελυμένην γαμήσας μοιχᾶται, καὶ ὁ ἀπολύων γυναῖκα, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, πολλοὺς εἶδον κάτω κύπτοντας, τὸ πρόσωπον τύπτοντας, καὶ οὐδὲ ἀνανεῦσαι δυναμένους· τότε δὴ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας εἶπον· Εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκ εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν, ἀλλ' ἐπιλαμβάνεται τῆς διανοίας τῶν ἀκουόντων τὰ λεγόμενα μετὰ πολλῆς τῆς σφοδρότητος. Ἄμεινον μὲν γὰρ μηδ' ὅλως ἁμαρτεῖν· οὐ μικρὸν δὲ εἰς σωτηρίας λόγον, κατοδυνηθῆναι, καὶ καταγνῶναι τὸν ἁμαρτάνοντα τῆς ἑαυτοῦ ψυχῆς, καὶ μαστίξαι τὸ συνειδὸς μετὰ πολλῆς τῆς ἀκριβείας· ἡ γὰρ τοιαύτη κατάγνωσις δικαιοσύνης ἐστὶ μέρος, καὶ ὅλως ἐπὶ τὸ μηκέτι ἁμαρτάνειν ἄγουσα. Διὰ τοῦτο καὶ ὁ Παῦλος λυπήσας τοὺς ἡμαρτηκότας ἔχαιρεν, οὐχ ὅτι ἐλύπησεν, ἀλλ' ὅτι τῇ λύπῃ διώρθωσεν. Ἐχάρην γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Εἴτε γὰρ ὑπὲρ τῶν οἰκείων, εἴτε ὑπὲρ τῶν ἀλλοτρίων τότε ἁμαρτημάτων ἠλγήσατε, μυρίων εἴητε ἐπαίνων ἄξιοι. Ὅτε γὰρ ὑπὲρ τῶν ἀλλοτρίων ἀλγήσει τις, ἀποστολικὰ ἀποδείκνυται σπλάγχνα, καὶ τὸν ἅγιον ἐκεῖνον μιμεῖται τὸν λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅτε δὲ ὑπὲρ τῶν οἰκείων δηχθῇ, τήν τε ἐπὶ τοῖς ἤδη τολμηθεῖσι κόλασιν ἔσβεσε, καὶ πρὸς τὰ μέλλοντα ἑαυτὸν ἀσφαλέστερον διὰ τῆς λύπης ταύτης ἐποίησε. Διὰ ταῦτα κἀγὼ κύπτοντας ὁρῶν, καὶ στενάζοντας, καὶ τὸ πρόσωπον τύπτοντας, ἔχαιρον τὸν ἀπὸ τῆς λύπης ταύτης ἐννοῶν καρπόν. Διὰ τοῦτο καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλέξομαι· ὥστε τοὺς βουλομένους εἰς γάμον ἐλθεῖν, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι πρόνοιαν. Εἰ γὰρ οἰκίας ὠνεῖσθαι μέλλοντες καὶ οἰκέτας, περιεργαζόμεθα καὶ πολυπραγμονοῦμεν τούς τε πωλοῦντας, τούς τε ἔμπροσθεν κτησαμένους, αὐτῶν τῶν πωλουμένων τῶν μὲν τὴν κατασκευὴν, τῶν δὲ καὶ τὴν τοῦ σώματος ἕξιν, καὶ τὴν τῆς ψυχῆς προαίρεσιν· πολλῷ μᾶλλον γυναῖκας μέλλοντας ἄγεσθαι, πρόνοιαν τοσαύτην καὶ πολλῷ πλείονα ἐπιδείκνυσθαι χρή. Οἰκίαν μὲν γὰρ φαύλην οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι, καὶ οἰκέτην σκαιὸν φανέντα ἀποδοῦναι τῷ πεπρακότι πάλιν ἀφίεται· γυναῖκα δὲ λαμβάνοντα ἀποδοῦναι πάλιν τοῖς ἐκδεδωκόσιν οὐκ ἔνι, ἀλλὰ ἀνάγκη πᾶσα διὰ τέλους ἔνδον ἔχειν, ἢ πονηρὰν οὖσαν ἐκβάλλοντα, μοιχείᾳ ἁλίσκεσθαι κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ὅταν οὖν μέλλῃς λαμβάνειν γυναῖκα, μὴ τοὺς ἔξωθεν ἀναγίνωσκε νόμους μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων, τοὺς παρ' ἡμῖν κειμένους· κατὰ γὰρ τούτους, οὐ κατ' ἐκείνους σοι μέλλει κρίνειν κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Θεός· κἀκεῖνοι μὲν παροφθέντες, εἰς χρήματα τὴν ζημίαν πολλάκις ἤνεγκαν, οὗτοι δὲ τοῦτο παθόντες τῇ ψυχῇ τὰς ἀπαραιτήτους ἐπάγουσι τιμωρίας καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quales ducendae sint uxores (+ Encomium ad Maximum). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg072.local001/.
