# Quales ducendae sint uxores (+ Encomium ad Maximum) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quales ducendae sint uxores (+ Encomium ad Maximum), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/quales-ducendae-sint-uxores-encomium-ad-maximum/2.1

Σὺ δὲ ὅταν μέλλῃς ἄγεσθαι γυναῖκα, πρὸς μὲν τοὺς ἔξω νομικοὺς μετὰ πολλῆς τρέχεις τῆς σπουδῆς, καὶ παρακαθήμενος αὐτοῖς, μετὰ πάσης ἀκριβείας ἐξετάζεις, τί μὲν ἔσται, ἐὰν ἄπαις τελευτήσῃ ἡ γυνὴ, τί δὲ ἐὰν ἔχουσα παῖδα, τί δὲ ἐὰν δύο καὶ τρεῖς, καὶ πῶς μὲν ἔχουσα πατέρα, πῶς δὲ οὐκ ἔχουσα τοῖς ἑαυτῆς χρήσεται πράγμασι, καὶ τί μὲν εἰς τοὺς ἀδελφοὺς ἥξει τοῦ κλήρου, τί δὲ εἰς τὸν συνοικοῦντα, καὶ πότε κύριος ἔσται τοῦ παντὸς, μηδένα μηδὲν ἀφεῖναι τῶν ἐκείνης παρασπάσασθαι μέρος, καὶ πότε τοῦ παντὸς ἐκπεσεῖται· καὶ πολλὰ ἕτερα τοιαῦτα πολυπραγμονεῖς παρ' ἐκείνων καὶ ζητεῖς, πάντα περιιὼν καὶ περισκοπῶν, ὅπως ἐκ μηδενὸς γένηται τρόπου τι τῶν γυναικὸς πραγμάτων εἴς τινα τῶν ἐκείνῃ προσηκόντων ἐλθεῖν· καίτοι, ὅπερ ἔφθην εἰπὼν, εἰ καί τι συμβαίη τῶν ἀδοκήτων, ἐν χρήμασιν ἔσται τὰ τῆς ζημίας, ἀλλ' ὅμως οὐκ ἀνέχῃ τούτων οὐδὲν παριδεῖν. Πῶς οὖν οὐκ ἄτοπον, χρημάτων μὲν ἡμῖν ἀπόλλυσθαι μελλόντων, τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, ὑπὲρ δὲ ψυχῆς ὄντος ἡμῖν τοῦ κινδύνου καὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, μηδένα ποιεῖσθαι λόγον, δέον πρὸ τῶν ἄλλων πάντων ταῦτα ζητεῖν καὶ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; Διὸ παραινῶ καὶ συμβουλεύω τοὺς μέλλοντας ἄγεσθαι γυναῖκας, πρὸς τὸν μακάριον Παῦλον ἀπαντᾷν, καὶ τοὺς παρ' αὐτῷ κειμένους περὶ γάμων ἀναγινώσκειν νόμους, καὶ μαθόντας πρότερον, τί κελεύει ποιεῖν, ὅταν πονηρὰ καὶ ὕπουλος, καὶ μέθης ἐλάττων, καὶ λοίδορος, καὶ ἀνοίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τοιοῦτον ἐλάττωμα ἔχουσα τύχῃ γυνὴ, οὕτω διαλέγεσθαι περὶ γάμου. Ἂν μὲν γὰρ ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων εὑρόντα τῶν ἐλαττωμάτων ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει· ἂν δὲ τοῦτο μὲν οὐκ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν καὶ ἔνδον κατέχειν, οὕτως ἀσφάλισαι ἑαυτὸν, ὡς μέλλων ἅπασαν φέρειν τῆς γυναικὸς τὴν πονηρίαν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φορτικὸν, πάντα ποίει καὶ πραγματεύου, ὥστε χρηστὴν καὶ ἐπιεικῆ καὶ πειθήνιον γυναῖκα λαβεῖν, εἰδὼς ὅτι δυοῖν ἀνάγκη θάτερον, ἢ πονηρὰν λαβόντα γυναῖκα φέρειν αὐτῆς τὴν ἐπάχθειαν, ἢ τοῦτο μὴ βουλόμενον, ἐκβαλόντα μοιχείᾳ ἁλίσκεσθαι. Ὁ γὰρ ἐκβάλλων γυναῖκα, φησὶ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Ἂν ταῦτα πρὸ τοῦ γάμου καλῶς ὦμεν διεσκεμμένοι καὶ τοὺς νόμους τούτους εἰδότες, πολλὴν ποιησόμεθα σπουδὴν, ὥστε ἐξ ἀρχῆς εὔρυθμόν τινα καὶ συμβαίνουσαν τοῖς ἡμετέροις τρόποις γυναῖκα λαβεῖν· τοιαύτην δὲ λαβόντες οὐ τοῦτο καρπωσόμεθα μόνον, ὅτι οὐδέποτε αὐτὴν ἐκβαλοῦμεν, ἄλλ' ὅτι καὶ μετὰ πολλῆς αὐτὴν ἀγαπήσομεν τῆς σφοδρότητος, καὶ μεθ' ὅσης ὁ Παῦλος ἐκέλευσεν. Εἰπὼν γὰρ, Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ μέτρον ἡμῖν ἔδωκεν ἀγάπης, Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Καὶ πῶς ἠγάπησεν ὁ Χριστός; εἰπέ μοι. Ὅτι παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς. Ὥστε κἂν ἀποθανεῖν ὑπὲρ τῶν γυναικῶν δέῃ, μὴ παραιτήσῃ. Εἰ γὰρ ὁ Δεσπότης τὴν δούλην οὕτως ἠγάπησεν, ὡς καὶ ἑαυτὸν ἐπιδοῦναι ὑπὲρ αὐτῆς, πολλῷ μᾶλλον σὲ τὴν ὁμόδουλον οὕτως ἀγαπᾷν χρή. Ἀλλ' ἴδωμεν μή ποτε τὸ κάλλος τῆς νύμφης ἐπεσπάσατο τὸν νυμφίον, καὶ ἡ ἀρετὴ τῆς ψυχῆς. Οὐκ ἔστι τοῦτο εἰπεῖν. Ὅτι γὰρ δυσειδὴς ἦν καὶ ἀκάθαρτος, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἐπήγαγεν, Ἵνα ἁγιάσῃ αὐτὴν καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος. Εἰπὼν δὲ, Καθαρίσας αὐτὴν, ἔδειξεν ἀκάθαρτον οὖσαν ἔμπροσθεν καὶ ἐναγῆ, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ τὴν ἐσχάτην ἀκαθαρσίαν· κνίσσῃ γὰρ καὶ καπνῷ καὶ λύθρῳ καὶ αἵμασι, καὶ μυρίαις ἑτέραις τοιαύταις κατεῤῥυποῦτο κηλῖσιν. Ἀλλ' ὅμως οὐκ ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ μετέβαλε τὴν ἀηδίαν, μετέπλασε, μετεῤῥύθμισεν, ἀφῆκε τὰ ἡμαρτημένα. Τοῦτον καὶ σὺ μίμησαι. Κἂν μυρία ἁμάρτῃ ἡ συνοικοῦσα εἰς σὲ ἁμαρτήματα, πάντα ἄφες καὶ συγχώρησον· κἂν λάβῃς δύστροπον, μεταῤῥύθμισον ἐπιεικείᾳ καὶ πραότητι, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Οὐ γὰρ τὴν ἀκαθαρσίαν αὐτῆς μόνον ἀπέσμηξεν, ἀλλὰ καὶ τὸ γῆρας ἀπέξυσε, τὸν παλαιὸν ἀποδύσας ἄνθρωπον, τὸν ἐκ τῶν ἁμαρτημάτων συγκείμενον. Καὶ τοῦτο αὐτὸς αἰνιττόμενος πάλιν ὁ Παῦλος ἔλεγεν· Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα· οὐ γὰρ καλὴν μόνον ἐποίησεν, ἀλλὰ καὶ νέαν, οὐ κατὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως ἕξιν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, ὅτι λαβὼν ἄμορφον καὶ δυσειδῆ καὶ αἰσχρὰν καὶ γεγηρακυῖαν, οὔτε ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ καὶ εἰς θάνατον ἑαυτὸν παρέδωκε, καὶ μετεῤῥύθμισεν αὐτὴν εἰς κάλλος ἀμήχανον· ἀλλ' ὅτι καὶ μετὰ τοῦτο πολλάκις ῥυπουμένην, κηλιδουμένην ὁρῶν, οὐκ ἐκβάλλει, οὐδ' ἀποῤῥήγνυσιν ἑαυτοῦ, ἀλλὰ καὶ μένει θεραπεύων καὶ διορθούμενος. Πόσοι γὰρ, εἰπέ μοι, μετὰ τὸ πιστεῦσαι ἥμαρτον; ἀλλ' ὅμως αὐτοὺς οὐκ ἐβδελύξατο· οἷον, ὁ παρὰ Κορινθίοις πεπορνευκὼς μέλος τῆς Ἐκκλησίας ἦν· ἀλλ' οὐκ ἐξέκοψε τὸ μέλος, ἀλλὰ διώρθωσεν. Ἡ Γαλατῶν Ἐκκλησία ἅπασα ἀπεσκίρτησε, καὶ πρὸς ἰουδαϊσμὸν κατέπεσεν· ἀλλ' ὅμως οὐδὲ ἐκείνην ἐξέβαλεν, ἀλλὰ διὰ τοῦ Παύλου θεραπεύσας αὐτὴν, ἐπὶ τὴν προτέραν ἐπανήγαγε συγγένειαν. Ὥσπερ οὖν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις, ἐπειδὰν γένηται νόσημα, οὐ τὸ μέλος ἐκκόπτομεν, ἀλλὰ τὸ νόσημα ἀπελαύνομεν· οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν. Ἐὰν γένηταί τις ἐν αὐτῇ πονηρία, μὴ τὴν γυναῖκα ἐκβάλῃς, ἀλλὰ τὴν κακίαν ἀπέλασον. Καίτοι γυναῖκα μὲν διορθώσασθαι δυνατὸν, μέλος δὲ πολλάκις πεπηρωμένον θεραπεῦσαι οὐκ ἔνι· ἀλλ' ὅμως εἰδότες αὐτοῦ τὴν πήρωσιν οὖσαν ἀνίατον, οὐδὲ οὕτως ἐκκόπτομεν· ἀλλὰ καὶ πόδα διεστραμμένον ἔχοντες πολλοὶ πολλάκις, καὶ σκέλος χωλὸν, καὶ χεῖρα ξηρὰν καὶ νενεκρωμένην, καὶ ὀφθαλμὸν ἐσβεσμένον, οὔτε τὸν ὀφθαλμὸν ἐξορύττουσιν, οὔτε τὸ σκέλος ἐκκόπτουσιν, οὔτε τὴν χεῖρα ἀποτέμνουσιν, ἀλλ' ὁρῶντες οὔτε κέρδος ἐγγινόμενον ἐξ αὐτῶν τι τῷ σώματι, καὶ πολλὴν τοῖς λοιποῖς μέλεσιν αἰσχύνην, μένουσιν αὐτὰ ἔχοντες διὰ τὴν πρὸς τὰ λοιπὰ συμπάθειαν. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἀνίατος ἡ διόρθωσις, καὶ κέρδος οὐδὲν, τοσαύτην ποιεῖσθαι πρόνοιαν· ἔνθα δὲ χρησταὶ ἐλπίδες, καὶ πολλὴ ἡ μεταβολὴ, ἀπαγορεύειν τὴν θεραπείαν; Τὰ μὲν γὰρ τῇ φύσει πηρωθέντα ἀδύνατον ἀνακτήσασθαι πάλιν, τὴν δὲ προαίρεσιν διεστραμμένην δυνατὸν μεταῤῥυθμίσαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quales ducendae sint uxores (+ Encomium ad Maximum). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg072.local001/.
