Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quales ducendae sint uxores (+ Encomium ad Maximum) 3.1
Not analysed yet
Εἰ δὲ καὶ αὐτὴν λέγοις ἀνίατα νοσεῖν, καὶ πολλῆς ἐπιμελείας τυχοῦσαν τῷ οἰκείῳ κεχρῆσθαι τρόπῳ, οὐδὲ οὕτως αὐτὴν ἐκβλητέον· οὔτε γὰρ τὸ μέλος ἀνίατα νοσοῦν ἐκκόπτεται. Μέλος δὲ καὶ αὕτη σόν· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἐπὶ μὲν τοῦ μέλους, οὐδὲν ἔσται κέρδος ἡμῖν τῆς θεραπείας, ἐπειδὰν ὑπὸ τῆς ἀῤῥωστίας ἀδιόρθωτον φθάσῃ γενέσθαι· ἐπὶ δὲ τῆς γυναικὸς, κἂν ἀνίατα μένῃ νοσοῦσα, πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται διδάσκουσι, παιδαγωγοῦσι. Κἂν μηδὲν ἐκείνη παρὰ τῆς ἡμετέρας διδασκαλίας κερδαίνῃ, τῆς γοῦν ὑπομονῆς πολὺν παρὰ τοῦ Θεοῦ ληψόμεθα τὸν μισθὸν, ὅτι διὰ τὸν ἐκείνου φόβον τοσαύτην ὑπομονὴν ἐπεδειξάμεθα, καὶ τὴν κακίαν αὐτῆς πράως ἠνέγκαμεν, καὶ τὸ μέλος ἡμῶν ἐκρατήσαμεν. Μέλος γὰρ ἡμῶν ἀναγκαῖον ἡ γυνή· καὶ διὰ τοῦτο αὐτὴν μάλιστα δεῖ φιλεῖν. Ὅπερ οὖν καὶ αὐτὸ τοῦτο διδάσκων πάλιν ὁ Παῦλος ἔλεγεν· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Καθάπερ γὰρ ἡ Εὔα, φησὶν, ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ γέγονεν, οὕτω καὶ ἡμεῖς ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν, Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἀλλ' ὅτι μὲν ἡ Εὔα ἐκ τῆς πλευρᾶς αὐτοῦ τοῦ Ἀδὰμ γέγονεν, ἅπαντες ἴσμεν, καὶ σαφῶς ἡ Γραφὴ τοῦτο εἴρηκεν, ὅτι ἐπέβαλεν ἔκστασιν ἐπ' αὐτὸν, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ᾠκοδόμησε τὴν γυναῖκα· ὅτι δὲ καὶ ἡ Ἐκκλησία ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ συνέστη, πόθεν ἔχοι τις ἂν ἀποδεῖξαι; Καὶ τοῦτο ἡ Γραφὴ δείκνυσιν. Ἐπειδὴ γὰρ ὁ Χριστὸς εἰς τὸν σταυρὸν ἀνηνέχθη, καὶ προσηλώθη, καὶ ἀπέθανε, Προσελθὼν εἷς τῶν στρατιωτῶν ἔνυξεν αὐτοῦ τὴν πλευρὰν, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ· καὶ ἐξ ἐκείνου τοῦ αἵματος καὶ τοῦ ὕδατος ἡ Ἐκκλησία ἅπασα συνέστηκε. Καὶ μαρτυρεῖ αὐτὸς λέγων, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ δὲ αἷμα, πνεῦμα λέγει. Καὶ γεννώμεθα μὲν διὰ τοῦ ὕδατος τοῦ βαπτίσματος, τρεφόμεθα δὲ διὰ τοῦ αἵματος. Ὁρᾷς πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, ἀπὸ τοῦ αἵματος ἐκείνου καὶ τοῦ ὕδατος τικτόμενοι καὶ τρεφόμενοι; Καὶ καθάπερ, τοῦ Ἀδὰμ καθεύδοντος, ἡ γυνὴ κατεσκευάζετο, οὕτω, τοῦ Χριστοῦ ἀποθανόντος, ἡ Ἐκκλησία διεπλάττετο ἐκ τῆς πλευρᾶς αὐτοῦ. Οὐ διὰ τοῦτο δὲ μόνον χρὴ φιλεῖν τὴν γυναῖκα, ὅτι μέλος ἡμῶν ἐστι, καὶ ἐξ ἡμῶν ἔσχε τὴν τῆς δημιουργίας ἀρχήν· ἀλλ' ὅτι καὶ νόμον ὑπὲρ αὐτοῦ τούτου τέθεικεν ὁ Θεὸς, οὕτω λέγων· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Διὰ γὰρ τοῦτο καὶ τοῦτον ἡμῖν ὁ Παῦλος ἀνέγνω τὸν νόμον, ἵνα πανταχόθεν ἡμᾶς πρὸς τὸν ἔρωτα συνελάσῃ τοῦτον. Καὶ σκόπει σοφίαν ἀποστολικήν· οὔτε γὰρ ἀπὸ τῶν θείων νόμων, οὔτε ἀπὸ τῶν ἀνθρωπίνων μόνον, εἰς τὴν ἀγάπην ἡμᾶς ἐνάγει τῶν γυναικῶν, ἀλλὰ καὶ ἀπὸ τούτων καὶ ἀπ' ἐκείνων ἐναλλάξας ἀμφότερα ταῦτα τίθησιν· ἵνα ὁ μὲν ὑψηλότερος καὶ φιλοσοφώτερος ἀπὸ τῶν ἄνωθεν, ὁ δὲ ἀσθενὴς ἀπὸ τῶν κάτωθεν καὶ τῶν τῆς φύσεως εἰς φίλτρον ἐνάγηται. Διὰ τοῦτο ἀρχόμενος μὲν ἀπὸ τῶν τοῦ Χριστοῦ κατορθωμάτων, τὴν παραίνεσιν εἰσάγει οὕτω λέγων· Ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· εἶτα πάλιν ἀπὸ τοῦ Χριστοῦ· ὅτι μέλη ἐσμὲν ἐκ τοῦ σώματος αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ τὸν νόμον ἀναγνοὺς τοῦτόν φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Πῶς μέγα ἐστίν; εἰπέ μοι. Ὅτι τὸν ἅπαντα θαλαμευομένη ἡ κόρη χρόνον, μηδέποτε τὸν νυμφίον ἑωρακυῖα, ἀπὸ τῆς πρώτης ἡμέρας οὕτω ποθεῖ καὶ στέργει ὡς σῶμα οἰκεῖον· πάλιν ὁ ἀνὴρ, ἣν οὐδέποτε εἶδεν, ἧς οὐδέποτε τῆς ἐν λόγῳ ἐκοινώνησε συνουσίας, ταύτην κἀκεῖνος ἀπὸ τῆς πρώτης ἡμέρας ἁπάντων προτίθησι, καὶ τῶν φίλων, καὶ τῶν οἰκείων, καὶ τῶν γεννησαμένων αὐτῶν. Οἱ γονεῖς πάλιν, ἂν μὲν ἐξ ἑτέρας ὑποθέσεως ἀφαιρεθῶσι χρήματα, δάκνονται, ἀλγοῦσιν, εἰς δικαστήριον τοὺς ἀφελομένους ἕλκουσιν· ἀνθρώπῳ δὲ πολλάκις μηδέποτε ὀφθέντι, μηδὲ γνωρισθέντι, καὶ τὴν θυγατέρα τὴν ἑαυτῶν καὶ προῖκα χρημάτων πολλῶν ἐγχειρίζουσι. Καὶ χαίρουσι τοῦτο ποιοῦντες, καὶ οὐχ ἡγοῦνται ζημίαν εἶναι τὸ γινόμενον· ἀλλ' ὁρῶντες τὴν θυγατέρα ἀπαγομένην, οὐ συνηθείας μέμνηνται, οὐκ ἀλγοῦσιν, οὐ δάκνονται, ἀλλὰ καὶ εὐχαριστοῦσι, καὶ εὐχῆς ἔργον εἶναι νομίζουσι τὸ καὶ τὴν θυγατέρα ἰδεῖν τῆς οἰκίας ἐξαγομένην, καὶ πολλὰ μετ' ἐκείνης χρήματα. Ταῦτα οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος, ὅτι τοὺς γονεῖς ἀφέντες ἀμφότεροι ἀλλήλοις συνδεσμοῦνται, καὶ χρόνου τοσούτου συνηθείας ἡ τότε συντυχία τυραννικωτέρα γίνεται, καὶ συνιδὼν, ὅτι οὐκ ἔστι τοῦτο ἀνθρώπινον, ἀλλ' ὁ Θεὸς τοὺς ἔρωτας τούτους ἐγκατέσπειρε, καὶ τοὺς ἐκδιδόντας καὶ τοὺς ἐκδιδομένους μετὰ χαρᾶς τοῦτο ποιεῖν παρεσκεύασε, φησίν· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Καὶ καθάπερ ἐπὶ τῶν παίδων, τὸ παιδίον τεχθὲν ἀπὸ τῆς ὄψεως εὐθέως ἐπίσταται τοὺς γονεῖς οὐ φθεγγόμενον· οὕτω δὴ καὶ νυμφίος καὶ νύμφη, οὐδενὸς συνάγοντος, οὐδενὸς παραινοῦντος καὶ συμβουλεύοντος, ἀπὸ τῆς ὄψεως ἀλλήλοις συμπλέκονται. Εἶτα ἰδὼν ὅτι καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦτο ἐγένετο, καὶ ἐπὶ τῆς Ἐκκλησίας μάλιστα, ἐξεπλάγη καὶ ἐθαύμασε. Πῶς οὖν ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τοῦτο ἐγένετο; Καθάπερ ὁ νυμφίος τὸν πατέρα ἀφεὶς πρὸς τὴν νύμφην ἔρχεται, οὕτω καὶ ὁ Χριστὸς τὸν πατρικὸν θρόνον ἀφεὶς πρὸς τὴν νύμφην ἦλθεν· οὐχ ἡμᾶς ἄνω ἐκάλεσεν, ἀλλ' αὐτὸς πρὸς ἡμᾶς παρεγένετο. Ὅταν δὲ ἀκούσῃς ὅτι ἀφῆκε, μὴ μετάστασιν νοήσῃς, ἀλλὰ συγκατάβασιν· καὶ γὰρ καὶ μεθ' ἡμῶν ὢν, μετὰ τοῦ Πατρὸς ἦν. Διὰ τοῦτό φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Μέγα μέν ἐστι καὶ ἐπὶ ἀνθρώπων γινόμενον· ὅταν δὲ ἴδω εἰς τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν αὐτὸ συμβαῖνον, τότε ἐκπλήττομαι, τότε θαυμάζω. Διὰ τοῦτο εἰπὼν, Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐπήγαγεν· Ἐγὼ δὲ λέγω, εἰς τὸν Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Εἰδὼς τοίνυν ἡλίκον μυστήριόν ἐστιν ὁ γάμος, καὶ ἡλίκου πράγματος τύπος, μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε περὶ τούτου βουλεύου, μηδὲ χρημάτων εὐπορίαν ζήτει μέλλων ἄγεσθαι νύμφην. Οὐ γὰρ καπηλείαν, ἀλλὰ βίου κοινωνίαν εἶναι. τὸν γάμον δεῖ νομίζειν.