Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quales ducendae sint uxores (+ Encomium ad Maximum) 7.1
Not analysed yet
Οὐχ ἁπλῶς δὲ δεύτερον αὐτὴν παρθένον εἶπεν. Εἰπὼν γὰρ, Παρθένος ἦν, ἐπήγαγε· Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ἐπειδὴ γὰρ πολλαὶ παρθένων τὸ σῶμα ἀδιάφθορον τηροῦσαι, τὴν ψυχὴν πολλῆς ἀκολασίας πληροῦσι, καλλωπιζόμεναι, μυρίους πανταχόθεν ἐπισπώμεναι ἐραστὰς, καὶ τοὺς τῶν νέων ὀφθαλμοὺς ἀναπτεροῦσιν, ἐνέδρας τιθεῖσαι καὶ βάραθρα, δεικνὺς ὁ Μωϋσῆς ὅτι οὐκ αὐτὴ τοιαύτη, ἀλλ' ἑκατέρωθεν ἦν παρθένος, ἀπό τε σώματος, ἀπό τε ψυχῆς, φησὶ, Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Καίτοι γε πολλὰς εἶχεν ἀφορμὰς τοῦ γνωρισθῆναι ἀνδράσι· πρῶτον μὲν, τὸ κάλλος τοῦ σώματος· δεύτερον δὲ, ὁ τῆς διακονίας τρόπος. Εἰ μὲν γὰρ ἐν θαλάμῳ διηνεκῶς ἐκάθητο, καθάπερ αἱ νῦν παρθένοι, καὶ μηδέποτε εἰς ἀγορὰν ἐνέβαλεν, μηδὲ ἐξῄει τὴν οἰκίαν τὴν πατρῴαν, οὐδὲν τοσοῦτον ἦν εἰς ἐγκώμιον λέγεσθαι περὶ αὐτῆς, ὅτι ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ὅταν δὲ ἴδῃς αὐτὴν εἰς ἀγορὰν ἐξιοῦσαν, καθ' ἑκάστην ἡμέραν ὑδροφορεῖν ἀναγκαζομένην, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, εἶτα μηδενὶ γνώριμον οὖσαν ἀνδρὶ, τότε μάλιστα αὐτῆς δυνήσῃ κατιδεῖν τὸ ἐγκώμιον. Εἰ γὰρ ὀλιγάκις εἰς ἀγορὰν παραβάλλουσα παρθένος, καὶ δυσειδὴς οὖσα καὶ ἄμορφος, πολλῶν ἑπομένων θεραπαινίδων, ἀπὸ τῶν ἐξόδων τούτων διεφθάρη τὸ ἦθος πολλάκις· ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι; Καταβᾶσα τοίνυν ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν τοῦ ὕδατος, καὶ ἀνέβη· καὶ ἔδραμεν ὁ παῖς εἰς συνάντησιν αὐτῆς, καὶ εἶπε· Πότισόν με μικρὸν ἐκ τῆς ὑδρίας σου. Ἡ δὲ εἶπε· Πίε, κύριε· καὶ ἔσπευσε, καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς, καὶ ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· Καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. Καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσασθαι πάσαις ταῖς καμήλοις. Πολλὴ μὲν τῆς γυναικὸς ἡ φιλοξενία, πολλὴ δὲ ἡ σωφροσύνη, καὶ ἀμφότερα ταῦτα καὶ ἀφ' ὧν ἐποίησε, καὶ ἀφ' ὧν εἶπε, μάλιστα ἔστι καταμαθεῖν. Εἶδες πῶς οὔτε ἡ σωφροσύνη τὴν φιλοξενίαν ἐλυμήνατο, οὔτε ἡ φιλοξενία τὴν σωφροσύνην διέφθειρε; Τὸ μὲν γὰρ μὴ προτέραν ἐπιδραμεῖν, μηδὲ προσειπεῖν τὸν ἄνδρα, σωφροσύνης ἦν· τὸ δὲ αἰτηθεῖσαν μὴ ἀνανεῦσαι, μηδὲ ἀρνήσασθαι, φιλοξενίας καὶ φιλανθρωπίας πολλῆς. Ὥσπερ γὰρ εἰ προτέρα προσέδραμε, καὶ μηδὲν εἰπόντι διελέχθη, ἰταμότητος ἦν καὶ ἀναισχυντίας· οὕτως, εἰ παρακαλέσαντα διεκρούσατο, ὠμότητος ἦν καὶ ἀπανθρωπίας. Νῦν δὲ οὐδέτερον τούτων ἐποίησεν· οὔτε διὰ τὴν σωφροσύνην τὴν φιλοξενίαν ἐλυμήνατο, οὐδ' αὖ πάλιν διὰ τὴν φιλοξενίαν τὸ τῆς σωφροσύνης ἐγκώμιον ὑπετέμετο, ἀλλ' ὁλόκληρον ἑκατέραν ἐπεδείξατο τὴν ἀρετὴν, τῷ μὲν ἀναμεῖναι τὴν αἴτησιν τὴν σωφροσύνην ἐπιδεικνυμένη, τῷ δὲ παρασχεῖν μετὰ τὴν αἴτησιν τὴν φιλοξενίαν τὴν ἄφατον. Καὶ γὰρ ἀφάτου φιλοξενίας ἦν, τὸ μὴ μόνον ὅπερ ᾔτησε δοῦναι, ἀλλὰ καὶ πλέον τι παρασχεῖν τῶν αἰτηθέντων. Εἰ δὲ ὕδωρ ἦν τὸ διδόμενον, τούτου κυρία ἦν τότε. Τοὺς δὲ φιλοξένους οὐκ ἀπὸ τῆς πολυτελείας τῶν διδομένων, ἀλλ' ἀπὸ τῆς δυνάμεως, ἧς παρέχουσι, κρίνειν εἰώθασιν· ἐπεὶ καὶ τὸν ποτήριον δόντα ψυχροῦ ὁ Θεὸς ἐπῄνεσε, καὶ τὴν δύο λεπτὰ καταβαλοῦσαν πάντων πλέον καταβεβληκέναι ἔφη, ἐπειδὴ πάντα, ἅπερ εἶχε, τότε κατέβαλεν. Οὕτω καὶ αὕτη τούτοις τὸν γενναῖον ἐκεῖνον ἐξένισεν, ὧν οὐδὲν εἶχε πλέον αὐτῷ παρασχεῖν. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἔσπευσε, καὶ ἔδραμε, καὶ ὅσα τοιαῦτα, ἀλλ' ἵνα μάθῃς τὴν προθυμίαν, μεθ' ἧς ἐποίει τὸ πρᾶγμα, οὐκ ἄκουσα, οὐδὲ ἀναγκαζομένη, οὐδὲ δυσχεραίνουσα, οὐδὲ ἀγανακτοῦσα. Καὶ ὅτι οὐ μικρὸν τοῦτό ἐστι, πολλάκις παριόντα τινὰ στῆναι μικρὸν ᾐτήσαμεν δᾷδα κατέχοντα, ἵνα ἅψωμεν, ἢ ὕδωρ βαστάζοντα, ὥστε ἀποπιεῖν, καὶ οὐκ ἠνέσχετο, ἀλλ' ἐδυσχέρανεν· ἐκείνη δὲ οὐ μόνον ἀπέκλινεν αὐτῷ τὴν ὑδρίαν, ἀλλὰ καὶ ταῖς καμήλοις πάσαις ὑδρεύσατο, πόνον τοσοῦτον ἀνασχομένη, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰς τὴν φιλοξενίαν εἰσενεγκοῦσα μετὰ πολλῆς προσηνείας· οὐ γὰρ τὸ ποιῆσαι μόνον, ἀλλὰ καὶ τὸ προθύμως, δείκνυσιν αὐτῆς τὴν ἀρετήν· κύριον καλεῖ ἄνθρωπον ἀγνῶτα καὶ τότε φανέντα πρῶτον. Καὶ καθάπερ ὁ κηδεστὴς αὐτῆς Ἀβραὰμ οὐκ ἠρώτα τοὺς παριόντας, Τίνες τέ ἐστε, καὶ πόθεν; καὶ ποῦ πορεύεσθε; καὶ πόθεν ἥκατε; ἀλλ' ἁπλῶς τὴν φιλοξενίαν ἐκαρποῦτο· οὕτω καὶ αὕτη οὐκ εἶπε, Τίς εἶ, καὶ πόθεν, καὶ τίνος ἕνεκεν παραγέγονας; ἀλλὰ καρπωσαμένη τὴν εὐπορίαν τῆς φιλοξενίας, τὰ περιττὰ πάντα ἀφῆκε. Καὶ γὰρ οἱ μαργαρίτας ὠνούμενοι, καὶ χρυσίον λαμβάνοντες, ἓν τοῦτο ζητοῦσι μόνον, ὅπως κερδαίνοιεν ἀπὸ τῶν ἐχόντων τὰ χρήματα, οὐχ ὅπως αὐτοὺς περιεργάσοιντο· καὶ αὕτη τοῦτο μόνον ζητεῖ, ὅπως δέξηται τὸν τῆς φιλοξενίας καρπὸν, ὅπως λάβοι τὸν μισθὸν ἀπηρτισμένον. ᾜδει τοῦτο σαφῶς, ὅτι ὁ ξένος μάλιστα πάντων αἰσχύνεται· διὰ τοῦτο δεῖται πολλῆς τῆς φιλοφροσύνης, καὶ ἀπεριεργάστου τῆς σωφροσύνης· ἂν τοίνυν μέλλωμεν αὐτὸν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ὀκνεῖ καὶ ἀναδύεται, καὶ ἀηδῶς προσέρχεται. Διὰ τοῦτο οὐδὲ αὕτη τοῦτο ἐποίησεν ἐπὶ τούτου, οὐδὲ ἐπὶ τῶν ξένων ὁ κηδεστὴς ὁ ταύτης, ἵνα μὴ τὴν θήραν ἀποσοβήσῃ· ἀλλ' ἐθεράπευε τοὺς παριόντας μόνον, καὶ καρπούμενος δι' αὐτῶν ὅπερ ἐβούλετο, οὕτως αὐτοὺς ἐξέπεμπε.