Ancient Greek · ~17 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod frequenter conveniendum sit 2.1
Not analysed yet
Τίνος οὖν ἕνεκεν ἀποπηδᾷς, εἰπέ μοι, καὶ οὐδὲ τὴν αὐτὴν ἐπιδείκνυσαι περὶ τὴν ψυχὴν πρόνοιαν, ὅσην ἔχεις περὶ τὴν σάρκα φειδώ; Ἐκείνης μὲν γὰρ κακῶς διακειμένης καὶ χρήματα δαπανᾷς, κἂν δανείσασθαι δέῃ, πάντα ὑποθέμενος ἀναλίσκεις· καὶ ἰατροῖς, κἂν τεμεῖν βουληθῶσι, κἂν καῦσαι, μετὰ πολλῆς προθυμίας παρέχεις τὸ σῶμα ποιεῖν ὅπερ ἂν ἐθέλωσι· τῆς δὲ ψυχῆς πηγὰς σκωλήκων ἐχούσης, οὐκ ἀπαντᾷς ἀκουσόμενος, εἰπέ μοι, λόγου τὴν σηπεδόνα ἐκκαθάροντος· καὶ ταῦτα οὔτε χρήματα ἔχων καταβαλεῖν, οὔτε τοσαύτην ὀδύνην ὑπομεῖναι· ἀλλ' ἐξέδωκας σαυτὸν ἀπωλείᾳ παντελεῖ; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Εἰ μὲν γὰρ ἔλεγον, Ὁ πλεονεκτῶν, ὁ ἁρπάζων, ὁ πορνεύων, ὁ μοιχεύων μὴ ἀπαντάτω εἰς ἐκκλησίαν, καὶ ἤλαυνον καὶ ἐδίωκον ἅπαντας τοὺς ἐν ἁμαρτήμασι· μάλιστα μὲν οὐδὲ τότε ἦν τις ἀπολογία· ἔδει γὰρ ἐκκαθαρθέντα ἀπαντᾷν· νυνὶ δὲ οὐδὲ τοῦτο λέγω, ἀλλὰ κἂν πορνεύσῃς, κἂν μοιχεύῃς, κἂν ἁρπάζῃς, κἂν πλεονεκτῇς, ἀπάντησον εἰς ἐκκλησίαν, ἵνα μάθῃς μηκέτι τοιαῦτα ποιεῖν· ἕλκω πάντας καὶ ἐπισπῶμαι, καὶ τὰ δίκτυα τοῦ λόγου πανταχόθεν ἁπλώσας, οὐχὶ τοὺς ὑγιαίνοντας, ἀλλὰ καὶ τοὺς νοσοῦντας ἐνταῦθα ζωγρῆσαι ἐπιθυμῶ. Ταῦτα λέγω καθ' ἑκάστην ἡμέραν· ἐλθὲ καὶ θεραπεύου μετ' ἐμοῦ· καὶ γὰρ ἐγὼ ἰατρεύων χρείαν ἔχω φαρμάκων· ἄνθρωπος γάρ εἰμι καὶ τῆς αὐτῆς σοὶ φύσεως ὑποκείμενος πάθεσι, καὶ δέομαι ῥημάτων τῶν τὸν ἄτακτον δεσμὸν χαλινούντων· οὐδὲ ἀπράγμονα ζῶ βίον καὶ ἡσύχιον καὶ ἀτάραχον, ἀλλ' ἔχω καὶ αὐτὸς θορύβους ἐπιθυμίας καὶ ταραχὰς κυμάτων. Καὶ τί δεῖ λέγειν ἐμὲ καὶ τὸν δεῖνα, ὅπου γε ὁ τῶν οὐρανῶν ἁψάμενος Παῦλος καὶ αὐτὸς πολλῆς ἐδεῖτο τῆς θεραπείας; Καὶ τοῦτο αὐτὸ δῆλον ἡμῖν ἐποίησεν, ὅτι ἐδεῖτο, καὶ οὐδὲ αὐτὸς ἀπράγμονα ἔζη βίον, ἀλλὰ πολλὰ εἶχε παλαίσματα· διὸ καὶ ἔλεγεν· Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὑπεπίαζε δὲ τὸ ἐξανιστάμενον, καὶ ἐδουλαγώγει τὸ ἀφηνιᾶσαι βουλόμενον· διὸ καὶ ἄλλοις παρῄνει λέγων· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Εἰ δὲ ὁ Παῦλος οὐκ ἀπέλαυε γαλήνης, ἀλλ' ὥσπερ οἱ πελάγει φερόμενοι, πολλὰ πανταχόθεν ἑώρα διεγειρόμενα κύματα· τίς τολμήσει λέγειν, ὅτι οὐ δεῖται διορθώσεως καὶ θεραπείας καὶ διηνεκοῦς ἀγρυπνίας; Ἐλθὲ τοίνυν καὶ θεραπεύου μετ' ἐμοῦ τοῦ διδασκάλου. Εἰ δὲ ὑγιὴς εἶ, καὶ διὰ τοῦτο παραγίνου, ἵνα ὑγιέστερος γένῃ· ὁ γὰρ λόγος τούς τε ἔχοντας νοσήματα ἀπαλλάττει τῆς ἀῤῥωστίας, τούς τε οὐκ ἔχοντας ἀσφαλεστέρους καθίστησι, διορθωτικός τε ὢν τῶν γενομένων, καὶ προφυλακτικὸς τῶν οὐδέπω συμβάντων. Εἰ δὲ μὴ τοῦτο ἔχεις τὸ ἁμάρτημα, ἀλλ' ἕτερον ἔχεις· Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Μὴ τοίνυν, ἐπειδὴ ἥμαρτες, αἰσχυνθῇς παραγενέσθαι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀπάντησον. Οὐδεὶς γὰρ λέγει· Ἐπειδὴ ἕλκος ἔχω, οὐκ ἐπιζητῶ τὸν ἰατρὸν, ἀλλ' οὐδὲ καταδέχομαι φάρμακον· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα καὶ τοὺς ἰατρεύοντας καὶ τῶν φαρμάκων τὴν δύναμιν ἐπιζητεῖν ἀναγκαῖον. Ἴσμεν γὰρ καὶ ἡμεῖς συγγινώσκειν, ἅτε καὶ αὐτοὶ ἑτέροις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι. Διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀγγέλους ἔδωκεν ἡμῖν διδασκάλους, οὐδὲ τὸν Γαβριὴλ ἄνωθεν κατενεγκὼν ἐπέστησεν αὐτοῦ ταῖς ἀγέλαις, ἀλλ' ἀπ' αὐτοῦ τοῦ ποιμνίου ἀναλαμβάνων ποιεῖ ποιμένας, ἀπ' αὐτῶν τῶν προβάτων τὸν ἀγελάρχην, ἵνα συγγνωμονικὸς ᾖ τοῖς ἀρχομένοις, καὶ τὴν οἰκείαν ἀσθένειαν ἐννοῶν, μὴ ἐπαίρηται κατὰ τῶν ποιμαινομένων, ἀλλ' ἔχῃ χαλινὸν καὶ ταπεινοφροσύνης ὑπόθεσιν τοῦ οἰκείου συνειδότος τὴν ἀνάγκην. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον Παύλου ταῦτα γράφοντος καὶ φιλοσοφοῦντος· τοῖς γὰρ Ἑβραίοις ἐπιστέλλων, οὕτως ἔφη· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, ὥστε προσφέρειν δῶρα καὶ θυσίας, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Εἶδες πῶς ἄριστα τὴν αἰτίαν ἡμῖν εἴρηκε, δι' ἣν οὐκ ἄγγελοι οὐδὲ ἀρχάγγελοι, ἀλλ' ἄνθρωποι ταῖς Ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συναλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς μέγιστον διδασκάλιον ταπεινοφροσύνης ἔχοντες; Καὶ γὰρ καὶ αὐτὸς περίκειται, φησὶν, ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Τοῦτο γοῦν καὶ νῦν γίνεται· καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτῶν παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομεν καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν . . . . . .