# Quod regulares feminae viris cohabitare non debeant 10.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod regulares feminae viris cohabitare non debeant, Sect 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/quod-regulares-feminae-viris-cohabitare-non-debeant/10.1

Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ χιτῶνας δερματίνους ἐνέδυσεν ὁ Θεὸς καὶ τὴν ἐκείνου γυναῖκα· καίτοι γε ἐνῆν, εἴπερ ἐβούλετο, καλὰ περιθεῖναι ἱμάτια· ἀλλ' ἄνωθεν ἡμῖν καὶ δι' ἐκείνων δείκνυσιν ὅτι οὐ τρυφῆς ὁ παρὼν καιρὸς, ἀλλὰ τοῦ στένειν καὶ κόπτεσθαι. Εἰ δὲ αὐτὸ τὸ δεηθῆναι περιβολῆς αἰσχύνη καὶ κατάγνωσις, καὶ ἐξ ἁμαρτίας γέγονε, τί τῆς κατηγορίας ἐπιτείνεις τὸ αἴνιγμα; μὴ γὰρ οὐκ ἀρκεῖ δεῖξαι τὴν κατάπτωσιν ἡμῶν αὐτὸ τὸ δεηθῆναι περιβολῆς; τί μείζονα ποιεῖς τὴν διαβολήν; τί τὴν κατηγορίαν αὔξεις, ἐπιτείνουσα τὴν χρείαν; Δέον γὰρ ὀδύρεσθαι καὶ στένειν καὶ τὸ σῶμα αὐτὸ ἀποθέσθαι κατὰ τὸν Παῦλον, ἡμεῖς δὲ καθήμεθα περὶ τὰ σκεπάσματα αὐτοῦ φιλοτεχνοῦντες, ὥσπερ ἂν εἴ τις οἰδήματα περὶ τὴν ὄψιν ἔχων, καὶ εἰς ἀνάγκην τοῦ σκέπειν αὐτὰ καταστὰς, ἔτι καὶ καλλωπίζοι τὰ καλύμματα ταῦτα. Διὰ τοῦτο Ἠλίας, διὰ τοῦτο Ἰωάννης ἁπλῆν εἶχον ἐσθῆτα, καὶ δερματίνους χιτῶνας καὶ ἱμάτια τρίχινα περιβαλλόμενοι· ἠπείγοντο γὰρ καὶ ἐπεθύμουν τὸ ἔνδυμα τῆς ἀφθαρσίας λαβεῖν. Σὺ δὲ καὶ τὰς ἐν τῇ σκηνῇ παρατρέχεις γυναῖκας τῇ τῶν ἱματίων περιεργίᾳ, δι' ἐκείνων τοῖς ἀνεπτερωμένοις τῶν νεῶν τιθεῖσα τὰς μηχανάς. Οὐχ οὕτω σὲ κοσμεῖσθαι καὶ καλλωπίζεσθαι βούλεται ὁ νυμφίος, ἀλλ' ἐν τῇ ψυχῇ σου πᾶσαν ἀποκεῖσθαι αὐτοῦ τὴν δόξαν ἐκέλευσε· σὺ δὲ ἐκείνης μὲν ἀμελεῖς, τὸν δὲ πηλὸν καὶ τὴν τέφραν κατακοσμεῖς ποικίλως, καὶ ἐραστὰς ἕλκεις ἀκολάστους, καὶ μοιχοὺς ἐργάζῃ τοὺς ὁρῶντας, ὡς εἰπεῖν, ἅπαντας. Καὶ ὅτι μὲν πολὺ συνάγεις ἐντεῦθεν τὸ πῦρ, οὐδὲ αὐτὴν οἶμαί σε ἀντερεῖν· ὅτι δὲ καὶ ἀδοξία καὶ ὄνειδος ἐντεῦθεν ἕψεται, καὶ τοῦτο πειράσομαι ποιῆσαι φανερὸν ἀπ' αὐτῶν τῶν ἐραστῶν. Ὅταν γὰρ ἡ μὲν τὴν ψυχὴν καλλωπίζουσα τὸν Θεὸν ἔχῃ τοῦ κάλλους ἐραστὴν, σὺ δὲ ἀνθρώπους, μᾶλλον δὲ μηδὲ ἀνθρώπους, ἀλλὰ χοίρους καὶ κύνας, καὶ εἴ τι τούτων ἀλογώτερον, τίς οὕτως ἀνόητος, ὡς σὲ μᾶλλον ἐκείνης κεκοσμῆσθαι φάναι τῆς τὸν Θεὸν εἰς ἐπιθυμίαν ἀγούσης τῆς εὐμορφίας τῆς ἔνδον; Ὥστε ὅσῳ ἂν ἐπιτείνῃς τὴν περιεργίαν, τοσούτῳ γέγονας βδελυκτὴ, καὶ τὸν μὲν Θεὸν ἀποτρέπουσα, τούτους δὲ ἐφελκομένη, καὶ ταύτῃ μειζόνως αἰσχροτέρα φαινομένη καὶ δυσειδής. Πῶς γὰρ οὐ δυσειδὴς ἡ μὴ δυναμένη τὸν Θεὸν ἐπισπάσασθαι; Εἰ δὲ ἡ καλλωπιζομένη οὕτως ἀηδὴς, ὅταν ᾖ καὶ συνοικοῦντα ἔχουσα, ἐννόησον ὅσον ἐπιτείνει τὸ μῖσος. Ἀλλ' εἰ δοκεῖ, μὴ τὴν σηνοίκησιν εἴπωμεν μόνον ἀλλὰ καὶ ἀναπτύξωμεν αὐτὴν, ὥστε αἰσχροτέραν φανῆναι. Ἐπειδὴ γὰρ οὐ δεδοίκασι τὸν ἀκοίμητον ὀφθαλμὸν, ἀλλ' οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων τοῦτο φόβος αὐτοῖς, φέρε καὶ ταύτης αὐτοὺς ἀποστερήσωμεν τῆς παραμυθίας, ἃ κρύπτουσι τοῖχοι καὶ συσκιάζουσι, ταῦτα εἰς μέσον ἀγαγόντες, καὶ τὰς θύρας ἀναπετάσαντες τοῖς βουλομένοις ὁρᾶν, ἀπὸ τῆς εὐνῆς αὐτοὺς πρῶτον ἐγείραντες· μᾶλλον δὲ, εἰ δοκεῖ, τὰ κατὰ τὴν οἰκίαν ἐξετάσωμεν πρῶτον. Καὶ θῶμεν τοίχοις αὐτοὺς διείργεσθαι καὶ οἰκήμασι καθεύδοντας· οὐδὲ γὰρ οἶμαί τινα, κἂν σφόδρα ἀσχημονεῖν ἕληται, μέχρι τοσούτου παραδειγματίζειν ἑαυτὸν, ὥστε καὶ ἐν ἑνὶ καθεύδειν οἰκήματι. Ἔστωσαν τοίνυν διῃρμένοι τοῖς τοίχοις· καὶ τί τοῦτο; οὐ γὰρ ἱκανὸν ἀπαλλάξαι ὑποψίας αὐτούς· πλὴν ἀλλὰ μηδὲν περὶ ὑποψίας νῦν, μηδ' ἐὰν μυρίαι παιδίσκαι συνοικῶσιν αὐτῷ· τὴν δὲ ἄλλην ἀσχημοσύνην ἐξετάσωμεν τέως. Συμβαίνει γὰρ κατὰ ταὐτὸν ἀναστάντας, οὐ παννυχίδων ἕνεκεν (οὐδὲν γὰρ ἀπὸ τῶν τοιούτων ψυχῶν εὐλαβὲς ἄν ποτε γένοιτο), καὶ διοδεύειν ἀλλήλους κειμένους, καὶ προσφθέγγεσθαι νύκτωρ· οὗ τί γένοιτ' ἂν αἰσχρότερον; Εἰ δὲ συμβαίη καὶ ἀρρωστῆσαι ἄφνω τὴν συνοικοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπὸν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται τῇ παρθένῳ κειμένῃ, τὴν ἀρρωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἄλλα ἐπιμελεῖται, ἃ γυναῖκας πολλάκις μόνον θέμις διακονεῖν, καὶ οὔτε ἐκείνη αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρει μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τὴν δουλείαν αἰσχροτέραν ἐπιδείκνυται· καὶ ἡ ἀποστολικὴ ῥῆσις ἐκείνη ἡ λέγουσα ὅτι «Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν», διὰ τῶν ἔργων δείκνυται τότε. Ὅταν δὲ καὶ αἱ θεραπαινίδες διαναστῶσι, χείρων ἡ αἰσχύνη· καὶ γὰρ ἀκαλύπτῳ τῇ κεφαλῇ, καὶ μονοχίτωνες, καὶ γυμναῖς ταῖς χερσὶν, ἅτε τεθορυβημέναι καὶ ἐν νυκτὶ διανιστάμεναι, διατρέχουσι παρόντος ἐκείνου, μᾶλλον δὲ μέσον στρεφομένου καὶ συνδιαθέοντος, ἅπαντα ἀναγκάζονται πληροῦν· οὗ τί γένοιτ' ἂν αἰσχρότερον; Εἰ δὲ καὶ μαῖα παραγένοιτο, οὐδὲ οὕτως ἐπαισχύνεται, ἀλλὰ καὶ κορῶν ἀλλοτρίων ἐπεισιουσῶν ἐναβρύνεται. Εἰς ἓν γὰρ ὁρᾷ μόνον, ὅπως ἐπιδείξαιτο τῇ ἀρρωστούσῃ τὴν ἑαυτοῦ διακονίαν, οὐκ εἰδὼς ὅτι ὅσῳ ἂν ἐπιδείξηται, τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκείνην κατῄσχυνεν. Καὶ τί θαυμαστὸν εἰ παραγινόμενος μὴ ἐρυθριᾷ; πολλάκις γὰρ καὶ μέσων νυκτῶν οὐκ ὀκνοῦσι, θεραπαινίδων εὐτελῶν ἔργον ποιοῦντες, ἐπ' αὐτὴν τὴν μαῖαν δραμεῖν· ὅταν δὲ παραγένηται, νῦν μὲν αὐτὸν ἐξέβαλεν καὶ ἄκοντα, κἂν λίαν ἀναίσχυντος ᾖ, νῦν δὲ ἐπέτρεψεν εἰσελθεῖν καὶ παρακαθῆσθαι· καίτοι τί ἄν τις, κἂν μυρία ἐπιτηδεύσῃ ὥστε καταισχῦναι αὐτὸν, τοιοῦτον ποιήσειεν ἂν, οἷον αὐτοὶ κατασκευάζουσιν ἑαυτοῖς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod regulares feminae viris cohabitare non debeant. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg008.local001/.
