# Quod regulares feminae viris cohabitare non debeant 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod regulares feminae viris cohabitare non debeant, Sect 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/quod-regulares-feminae-viris-cohabitare-non-debeant/5.1

Ἀλλ' ἱμάτιον πλῦναι, καὶ πῦρ ἀνακαῦσαι, καὶ χύτραν ἕψειν; Καὶ μὴν καὶ ταῦτα οὐκ ἔλαττον, ἀλλὰ καὶ βέλτιον ἀνδρὸς γυνὴ μεταχειρίζεσθαι δύναται. Ποῦ οὖν σοι χρήσιμος ὁ ἀνὴρ, εἰπέ μοι; ὅταν ἀποδόσθαι τι δέῃ καὶ πρίασθαι πάντως; Ἀλλ' οὐδὲ ἐνταῦθα ἔλαττον ἔχει τἀνδρὸς ἡ γυνή· καὶ μαρτυρήσειεν ἂν ἡ ἀγορὰ, καὶ πάντες δὲ ὅσοι ἱμάτια ὠνεῖσθαι βούλονται, παρὰ γυναικῶν τὰ πλείω τούτων ὠνούμενοι. Εἰ δὲ αἰσχρὸν παρθένον ἐπ' ἀγορᾶς ἑστάναι ἐπὶ συναλλάγμασι τοιούτοις, ὥσπερ οὖν καὶ αἰσχρὸν, μάλιστα μὲν τὸ συνοικεῖν ἀνδράσιν αἰσχρότερον. Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ ἔλαττον ἐκείνου διαφυγεῖν δυνατὸν ἢ κόρῃ τῇ διακονουμένῃ, ἢ γραϊδίοις τοῖς πρὸς ταῦτα ἐπιτηδείοις τὸ πᾶν ἐπιτρέψασαν· ὅθεν δῆλον ὅτι προφάσεις ταῦτα καὶ σκήψεις εἰσὶ καὶ προκαλύμματα ἀσθενείας. Ποίας προκαλύμματα ἀσθενείας; φησίν· εἰ γὰρ ἐπεθύμουν ἀνδρὸς καὶ γάμου καὶ τῆς τοιαύτης διαγωγῆς, τίς ὁ κωλύων ἦν; οὐκ ἐφεῖτο μετὰ παρρησίας τοῦτο ἐργάσασθαι, καὶ μήτε προσκροῦσαι Θεῷ, μήτε παρὰ ἀνθρώπων κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Καὶ γὰρ καὶ ἐγὼ τοῦτό φημι, καὶ οὐ σὰ μᾶλλον ἢ ἐμὰ ταῦτά ἐστι τὰ ῥήματα. Ἢ γὰρ ἀνάγκη εἰπεῖν, ποῦ σοι τἀνδρὸς ἡ χρεία γένοιτ' ἂν ἀναγκαία, ἢ τοῦτο δεῖξαι μὴ δυναμένην ἐκπέμπειν τὸν συνοικοῦντα κακῶς· ἑτέρως γὰρ πῶς σε ἀπαλλαγῆναι τῆς ὕβρεως ταύτης οὐκ ἔνι· ταῦτα γὰρ, ἅπερ ἔφης, οὐχὶ σὰ μᾶλλον ἢ τῶν ὑπὲρ τῆς σῆς ἀσχημοσύνης ἀλγούντων ἐστίν. Ἔδει μὲν οὖν, εἰ καὶ μυριάκις χρήσιμος ἦν ἡ διακονία τἀνδρὸς, μηδὲ οὕτως αὐτὴν μετὰ τοσαύτης προσίεσθαι λοιδορίας· ὅταν γὰρ ἡ τοῦ Θεοῦ δόξα ὑβρίζηται, μηδεμία οὕτως ἔστω πρόφασις ἀναγκαία, ὡς πεῖσαι τοσοῦτον κακὸν παριδεῖν. Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μή τί γε ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν. Ἄκουσον γοῦν πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος καὶ τρέμει, καὶ ἐξ ὅσης τῆς περιουσίας· «Καλὸν γάρ μοι μᾶλλον, φησίν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ.» Εἶτα ἐκεῖνος μὲν, ἵνα μὴ κενωθῇ αὐτοῦ τὸ καύχημα, ἀποθανεῖν εἵλετο· ἡμεῖς δὲ ἵνα σκάνδαλα ἀνέλωμεν, οὐδὲ μικρᾶς καταφρονοῦμεν ἀνέσεως; καὶ πῶς δυνησόμεθα σωθῆναί ποτε; Καίτοι γε οὐκ ἴσον ἐστὶν, οὐδὲ κἂν μικρὸν ἐγγὺς, ἐγκωμίου τε ἀποστερηθῆναι καὶ κατηγορίᾳ περιπεσεῖν. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τοῦτο ἐγένετο, οὐκ ἂν προσέκρουσεν τῷ Θεῷ· αὐτὸς γὰρ αὐτῷ προσέταξεν ἐκ τοῦ εὐαγγελίου ζῆν· ἀλλ' ὅμως ᾑρεῖτο μᾶλλον ἀποθανεῖν ἢ τὸ κατόρθωμα προδοῦναι. Ἡμεῖς δὲ τὰ προστεταγμένα πανταχοῦ ταράττοντες, καὶ εἰδότες ὅτι μεγίστην τούτων τίσομεν δίκην, οὐδὲ συνηθείας ἀκαίρου καὶ ψυχρᾶς ὑπεριδεῖν ἀνεχόμεθα· καὶ τίς ἡμῖν ἔσται συγγνώμη λοιπόν; Ἔδει μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἄνδρα μόνον αἱ πολλαὶ τῶν χρειῶν ἐπεζήτουν, τοσαύτη δὲ ἀπὸ τοῦ πράγματος ἐτίκτετο ὕβρις, ἑλέσθαι μᾶλλον ἀποθανεῖν, ἢ τοῦτο γινόμενον περιιδεῖν· ὅταν δὲ καὶ διὰ γυναικὸς εὐκολώτερον ᾖ καὶ ῥᾷστον πάντα ἀνύειν, τίς ἡμῖν ἔσται συγγνώμη θρυπτομένοις οὕτω καὶ εἰς τὴν ἡμετέραν ἐνυβρίζουσι σωτηρίαν; Εἰπὲ δέ μοι, ὅταν σοι ταῦτα ἐκεῖνος παρέχῃ, παρέξεις τινὰ καὶ αὐτὴ διακονίαν αὐτῷ; Παντί που δῆλον. Καὶ πόσῳ βέλτιον μήτε ἀντιδιδόναι τὰ τοιαῦτα, μήτε ἀντιλαμβάνειν, ἀλλὰ τὸν καιρὸν τῶν πόνων, ὃν εἰς τὴν ἀνάπαυσιν ἀναλίσκεις τὴν ἐκείνου, τοῦτον εἰς τὴν ἑαυτῆς δαπανᾶν σωτηρίαν, ἢ χαλεπώτερα πονουμένην ἔτι καὶ καταισχύνειν ἑαυτῆς τὴν ὑπόληψιν; Ἀλλ' οὐδεμίαν αὐτῷ παρέχεις διακονίαν. Οὐκοῦν αὐτὸν ἑαυτῷ πάντα ὑπηρετεῖν ἀνάγκη, καὶ στρωννύναι, καὶ ἕψειν, καὶ πῦρ ἀνακαίειν, καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα ποιεῖν. Ταῦτα δὲ οὐδ' ἂν οἰκέτης ἀνάσχοιτο μηδὲν παρὰ τοῦ δεσπότου καρπούμενος ὑπηρετεῖν. Ἀλλ' οὗτος ἀνέχεται πάντα, φησί, διὰ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὸν ἀποκείμενον ὑπὲρ τῆς διακονίας ταύτης μισθὸν, καὶ χάριν εἴσεται ἐπιταττόμενος, πρὸς τῷ μηδὲν καρποῦσθαι παρ' ἡμῶν. Πόθεν οὖν λοιπὸν ἐμφράξομεν τὰ τῶν ἀναισχύντων στόματα; Εἰ γὰρ τοσαύτην αὐτῷ μαρτυρεῖς εὐλάβειαν, καὶ οὕτω τρέμει καὶ δέδοικε τοῦ Θεοῦ τὰ προστάγματα, ὡς ἀνδραπόδου παντὸς εὐτελέστερον ἑαυτὸν καθαιρεῖν, καὶ πάντα ὑφίστασθαι μηδὲν καρπούμενον παρὰ σοῦ, πρὸ πάντων τούτων τῆς δόξης αὐτὸν καὶ τῆς εὐφημίας ἔδει φροντίσαι τοῦ Θεοῦ· νῦν δὲ οὐκ ἔστι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθώ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα ποιεῖσθαι λόγον αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου. Τὸ μὲν γὰρ ἡδονῆς καθαρεύοντα καὶ μηδὲν ὅλως ἀνθρώπινον πάσχοντα κόπτεσθαι καὶ ταλαιπωρεῖσθαι, καὶ ταπεινοῦν ἑαυτὸν, καὶ τοῖς οἰκείοις μόχθοις ἑτέροις παρασκευάζειν ἀνάπαυσιν, φιλοσόφου σφόδρα ψυχῆς καὶ ἐπτερωμένης· τὸ δὲ μὴ ὑβρίζειν εἰς τὴν τοῦ Θεοῦ δόξαν, μηδὲ ταῦτα ποιεῖν, δι' ὧν ἂν βλασφημηθείη παρὰ πολλῶν, καὶ τῶν οὐ σφόδρα μεγάλων πολλοὶ κατωρθώκασιν. Πῶς οὖν σοι πιστεύσομεν, ὅτι τοῦτο διὰ τὸν Θεὸν ποιεῖς, ὃ μεγάλης καὶ νεανικῆς δεῖται ψυχῆς, ὅταν ἐκεῖνο, ὅπερ ἐλάττονός ἐστι καὶ τῆς τυχούσης, ὑπερορᾷς; Καὶ οὐκ ἀνέχῃ ἀποστῆναι τούτων, ἐξ ὧν ὁ Θεὸς ὑβρίζεται, καὶ τὸ σῶμα καὶ πάντα προδίδως ὑπὲρ τῶν δοκούντων αὐτῷ; Καὶ τίς ἂν ταῦτα πεισθῆναι ἀνάσχοιτο;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod regulares feminae viris cohabitare non debeant. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg008.local001/.
