# Synopsis scripturae sacrae [Sp.] Βασιλειῶν δʹ.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.], Βασιλειῶν δʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/synopsis-scripturae-sacrae-sp/%CE%92%CE%B1%CF%83%CE%B9%CE%BB%CE%B5%CE%B9%E1%BF%B6%CE%BD%20%CE%B4%CA%B9.1

Ἀῤῥωστήσας Ὀχοζίας ἔπεμψεν ἐρωτῆσαι ἐν τῷ Βάαλ, εἰ ἀναστήσεται, καὶ ἀπαντήσας Ἠλίας ὁ προφήτης τοῖς ἀποσταλεῖσι, ἐκέλευσεν ἀπελθόντας εἰπεῖν, ὅτι οὐκ ἀναστήσεται. Μαθὼν δὲ Ὀχοζίας, ὅτι Ἠλίας ἐστὶν, ἔπεμψε τὸν πεντηκόνταρχον πρῶτον καὶ δεύτερον· ὡς δὲ ἀνηλώθησαν ὑπὸ τοῦ πυρὸς ἕκαστος μετὰ τῶν πεντήκοντα, μετὰ τοῦ τρίτου κελεύεται κατελθεῖν ὁ Ἠλίας, καὶ ἐλθὼν πρὸς τὸν βασιλέα εἶπεν, ὅτι ἀποθανεῖται. Μετὰ τοῦτον βασιλεύει ὁ ἀδελφὸς αὐτοῦ Ἰωράμ· οὐ γὰρ ἦν αὐτῷ υἱός. Ἐντεῦθεν ἡ ἀνάληψις τοῦ Ἠλίου εἰς τὸν οὐρανόν. Ἰδόντες υἱοὶ τῶν προφητῶν τὸν Ἑλισσαῖον διὰ ξηρᾶς ἐν τῷ Ἰορδάνῃ βαδίσαντα, εἶπον· Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπ' αὐτὸν, καὶ ἀξιοῦσιν ὥστε ἐπιπέμψαι εἰς ἐπιζήτησιν τοῦ Ἠλίου· ὁ δὲ διεκώλυσεν· ὕστερον δὲ συνεχώρησεν· οἱ δὲ ἀπελθόντες οὐχ εὗρον. Ἰᾶται τὰ ἐν Ἱεριχὼ ὕδατα· ἀπερχόμενος εἰς Βαιθὴλ, τὰ διασύροντα αὐτὸν παιδία καταρᾶται, καὶ ἀναιρεῖται ὑπὸ τῶν ἄρκτων. Ὁ Μωὰβ βασιλεὺς ἀπέστη τοῦ τελεῖν τὸν εἰωθότα φόρον. Ἐπιστρατεύει ἐπ' αὐτὸν Ἰωρὰμ ὁ βασιλεὺς Ἰσραὴλ, προσλαβὼν καὶ τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ τὸν Ἐδὼμ βασιλέα. Ὡς δὲ οὐχ εὕρισκον ὕδωρ ἐν τῇ ἐρήμῳ, ἀλλ' ἐκινδύνευον διαφθαρῆναι, συμβουλεύσαντος Ὀχοζίου ἔρχονται πρὸς Ἑλισσαῖον. Ὁ δὲ ὀργίζεται πρὸς τὸν βασιλέα Ἰσραὴλ, καὶ οὐδ' ἂν ἰδεῖν αὐτὸν ἔφη, εἰ μὴ διὰ τὸν βασιλέα Ἰούδα. Οὐ μόνον δὲ ὕδατος ἀφθονίαν προεῖπεν αὐτοῖς ἥξειν, ἀλλὰ καὶ τὴν κράτησιν τῆς Μωαβίτιδος, ὥσπερ καὶ γέγονε· καὶ εἰς τοσαύτην συμφορὰν ἦλθεν ὁ Μωαβιτῶν βασιλεὺς, ὥστε τὸν υἱὸν αὐτοῦ σφάξαι ἄνωθεν ἀπὸ τοῦ τείχους. Ἐνταῦθα ἡ γυνὴ, ᾗ τὸ ἔλαιον ἐπερίσσευσε, καὶ ἡ Σουμανῖτις, ᾗ τὸν υἱὸν ἐχαρίσατο εὐξάμενος, καὶ ἀποθανόντα ἀνέστησε. Λιμοῦ γενομένου τήν τε πικρίαν ἀφεῖλε τὴν ἐν τῷ λέβητι γενομένην, καὶ ἑκατὸν ἄνδρας ἔθρεψεν ἐν ὀνόματι Θεοῦ ἀπὸ κριθίνων ἄρτων εἴκοσιν. Ἐλεπρώθη Νεεμὰν ὁ στρατηγὸς τοῦ βασιλέως Σύρων· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα Ἰσραὴλ ἐζήτει θεραπείαν· ὁ δὲ διηπόρει, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. Μεταπέμπεται αὐτὸν ὁ Ἑλισσαῖος, καὶ κελεύει βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ἕβδομον. Ὁ δὲ τὸ μὲν πρῶτον ὤκνησε, καὶ ἠπίστει θεραπευθῆναι· ὕστερον δὲ ὑπὸ τῶν παίδων αὐτοῦ παρακληθεὶς, βαπτίζεται καὶ θεραπεύεται, καὶ ἐδίδου δῶρα τῷ Ἑλισσαίῳ. Ὁ δὲ οὐκ ἤθελεν. Ὡς δὲ ἀπῆλθεν ὁ ἄνθρωπος, καταδιώξας ὁ Γιεζὶ ὁ παῖς τοῦ Ἑλισσαίου, ὡς παρὰ τοῦ Ἑλισσαίου πεμφθεὶς, λαμβάνει παρὰ τοῦ Νεεμὰν διτάλαντον ἀργυρίου, καὶ δύο στολάς. Ἐλθὼν δὲ πρὸς Ἑλισσαῖον ἐπειρᾶτο κρύπτειν. Ὁ δὲ διήλεγξεν αὐτὸν, καὶ τιμωρίαν ἔλαβε τὴν λέπραν. Ἔρχονται οἱ υἱοὶ τῶν προφητῶν κόψαι ξύλα πρὸς οἰκοδομήν. Ὡς δὲ ἐξέπεσεν ἑνὸς τὸ σιδήριον ἐκ τοῦ στελεοῦ, ῥίπτει ξύλον ἀποκλάσας ὁ Ἑλισσαῖος, καὶ ἐμετεωρίζετο τὸ σιδήριον ἐπὶ τοῦ ὕδατος. Βασιλεὺς Συρίας ἐπολέμει τὸν Ἰσραὴλ, προλέγοντος αὐτῷ τοῦ Ἑλισσαίου. Μαθὼν ὁ πολέμιος, πέμπει στράτευμα ἐπὶ τὸν Ἑλισσαῖον. Εὐξαμένου δὲ τοῦ προφήτου, πλήττονται ἀορασίᾳ οἱ ἐλθόντες, καὶ εἰσάγει αὐτοὺς εἰς μέσους τοὺς ἐχθροὺς αὐτῶν, καὶ βουλόμενον τὸν βασιλέα ἀνελεῖν αὐτοὺς, διεκώλυσεν ὁ Ἑλισσαῖος· ἑστιάσαντας δὲ αὐτοὺς ἐκέλευσεν ἐκπέμψαι. Λιμοῦ καταλαβόντος ἰσχυροῦ, ὡς κεφαλὴν ὄνου πεντήκοντα σίκλων, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων εἶναι, προσέρχεται γυνὴ τῷ βασιλεῖ ἐγκαλοῦσα ἑτέρᾳ γυνῇ, ὅτι τὸν υἱὸν αὐτῆς καταφαγοῦσα μετ' αὐτῆς, καὶ τὸν ἴδιον ὑποσχομένη παρέξειν, ἠγνωμόνησε περὶ τὴν ἀντίδοσιν. Τότε διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ ὁ βασιλεὺς, καὶ πέμπει ἐπὶ τὸν Ἑλισσαῖον ἀφελεῖν αὐτοῦ τὴν κεφαλήν. Λέγει ὁ προφήτης τῷ ἐλθόντι ἐπ' αὐτὸν, ὅτι αὔριον ἔσται τοῦ λιμοῦ ἡ λύσις. Ὡς δὲ διηπίστει, προλέγει αὐτῷ θάνατον. Λεπροὶ τέσσαρες ἀπειρηκότες τῷ λιμῷ, βουλεύονται παραδοῦναι ἑαυτοὺς τοῖς πολεμίοις, καὶ ἐλθόντες εἰς τὴν παρεμβολὴν, ἀνθρώπων μὲν κενὸν τὸ χωρίον εὗρον, τὰς δὲ σκηνὰς αὐτῶν πλήρεις πλούτου πολλοῦ. Καὶ διαρπάσαντες ἅπερ ἠδύναντο φέρειν, ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. Καὶ τὸ μὲν πρῶτον δόλον ὑπώπτευσεν εἶναι τὸ πρᾶγμα ὁ βασιλεύς· ἀποστείλας δὲ ἱππεῖς καὶ μαθὼν τὸ σαφὲς, ἐπαφῆκε τὸν λαὸν τῇ τῆς παρεμβολῆς διαρπαγῇ· καὶ ἐλύθη ὁ λιμός. Καὶ ὁ διαπιστήσας τῷ Ἑλισσαίῳ ὑπὸ τοῦ ὄχλου συμπατηθεὶς ἀπέθανε. Προλέγει τῇ γυναικὶ ὁ Ἑλισσαῖος, ἧς ἐζωοποίησε τὸν υἱὸν, ἑπταετῆ λιμὸν, καὶ παραινεῖ μετοικίζεσθαι ἐκ τῆς χώρας ἐκείνην. Ὡς δὲ μετῴκησε, καὶ ἐπαύσατο ὁ λιμὸς, πάλιν ἐπανῆλθε, καὶ προσελθοῦσα τῷ βασιλεῖ τὴν τῶν κτημάτων ᾔτει δεσποτείαν. Ὁ βασιλεὺς Συρίας ἀποστέλλει πρὸς τὸν Ἑλισσαῖον πευσόμενος εἰ φεύξεται τὴν νόσον, ἐν ᾗ κατείχετο. Ὁ δὲ τῷ ἐλθόντι εἶπεν, ὅτι οὐ διαφεύξεται, καὶ προεφήτευσεν αὐτῷ καὶ τὴν τῶν Ἰσραηλιτῶν ἀπώλειαν. Ὡς δὲ ἀπέθανεν ἐκεῖνος, ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀζαήλ. Ὡς δὲ καὶ Ἰωρὰμ ἐτελεύτησεν ὁ βασιλεὺς Ἰούδα, διαδέχεται αὐτὸν ὁ υἱὸς αὐτοῦ Ὀχοζίας. Πέμψας ὁ Ἑλισσαῖος ἕνα τῶν υἱῶν τῶν προφητῶν, ἐκέλευσε χρῖσαι Ἰοῦ, καὶ βασιλεύσας ὁ Ἰοῦ ἀναιρεῖ τὸν Ἰωρὰμ, καὶ ῥίπτει αὐτὸν εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ, ὃν ἥρπασεν ὁ πατὴρ τοῦ Ἰωράμ. Ὡς δὲ ἀνεῖλε καὶ τὸν Ὀχοζίαν, εἰσῆλθεν εἰς τὴν πόλιν Ἰσραήλ. Ἡ δὲ Ἰεζάβελ κοσμηθεῖσα παρέκυπτεν ἄνωθεν. Ὁ δὲ βασιλεὺς εἶπε τοῖς εὐνούχοις ῥῖψαι αὐτὴν, καὶ ῥιφεῖσα ἀπέθανεν. Ἀπέκτεινε δὲ ὁ Ἰοῦ καὶ τοὺς ἑβδομήκοντα υἱοὺς Ἀχαὰβ, εἷλε καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου, ἀνεῖλε δὲ καὶ τοὺς ἱερεῖς τοῦ Βάαλ, καὶ τὸν Βάαλ συνέτριψε. Τότε ὁ Ἀζαὴλ συνέκοπτε τὸν Ἰεζραήλ. Ἀποθανόντος δὲ τοῦ Ἰοῦ, βασιλεύει Ἰωάχαζ υἱὸς αὐτοῦ. Τὰ κατὰ τὸν Ἰωὰς τὸν βασιλέα Ἰούδα, καὶ τὸν ἱερέα Ἰωδαὲ, καὶ τὴν Γοθολίαν. Παρεδόθη τοῖς ἐχθροῖς Ἰσραὴλ, καὶ πάλιν ὁ Θεὸς ᾠκτείρησεν αὐτούς. Ὡς δὲ ἀπέθανεν Ἰωάχαζ, βασιλεύει τοῦ Ἰσραὴλ Ἰωὰς ὁ υἱὸς αὐτοῦ, καὶ ἐλθὼν πρὸς τὸν Ἑλισσαῖον ἔκλαιεν. Ὁ δὲ προσέταξεν αὐτῷ, πέντε βέλη λαβόντι, τοξεῦσαι ἐπὶ τὴν γῆν. Ὡς δὲ τρία τοξεύσας ἔστη, εἶπεν αὐτῷ, ὅτι Τρίτον πατάξεις τὴν Συρίαν· εἰ γὰρ τὰ πέντε ἐτόξευσας, ἕως συντελείας αὐτὴν ἐπάταξες ἄν. Ἀποθανὼν Ἑλισσαῖος θάπτεται, καὶ ῥιφείς τις νεκρὸς πρὸς τῷ τάφῳ αὐτοῦ ἀνέστη. Ὡς δὲ ἀπέθανεν Ἀζαὴλ, ἐβασίλευσεν υἱὸς Ἄδερ ἀντ' αὐτοῦ. Ἐπάταξε τρὶς τοὺς Σύρους Ἰωὰς, καὶ ἀπέθανε, καὶ βασιλεύει Ἱεροβοὰμ ὁ υἱὸς αὐτοῦ. Ἀποθανόντος δὲ καὶ τοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀμεσίας ὁ υἱὸς αὐτοῦ· καὶ πατάξας τὸν Ἐδὼμ, συνέβαλε καὶ τῷ Ἰωὰς βασιλεῖ Ἰσραήλ. Ὁ δὲ ἐνίκησεν αὐτὸν, καὶ εἰσῆλθεν εἰς Ἱερουσαλήμ. Ἀποθανόντος τοῦ Ἱεροβοὰμ, ἐβασίλευσε τοῦ Ἰσραὴλ Ζαχαρίας ὁ υἱὸς αὐτοῦ. Ἀποθανόντος δὲ Ἀμεσίου βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀζαρίας, ὁ καὶ Ὀζίας. Ἐπὶ τούτου ἤρξατο Ὠσηὲ προφητεύειν. Τὸν δὲ Ζαχαρίαν ἀνελὼν ὁ Σελῦς, ἐβασίλευσε τοῦ Ἰσραήλ. Οὗτος ἐχρήσατο τῇ συμμαχίᾳ Φουᾶ βασιλέως Ἀσσυρίων, χίλια τάλαντα δοὺς αὐτῷ. Τελευτήσαντος αὐτοῦ, Μαναεὶμ ἐβασίλευσεν ἀντ' αὐτοῦ. Μετὰ δὲ τὸν Ὀζίαν ἐβασίλευσε τοῦ Ἰούδα ὁ υἱὸς αὐτοῦ Ἰωθάμ· καὶ τούτου τελευτήσαντος ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωθάμ. Ἐφ' οὗ Ῥαασεὶν ὁ Σύρος ἀνῆλθε καὶ Φακὲς υἱὸς Ῥωμελίου. Ὁ δὲ Ἄχαζ ἀπέστειλε πρὸς Θεγλαφαλσὰρ τὸν Ἀσσύριον, εἰς συμμαχίαν καλῶν. Ὁ δὲ ἐλθὼν ἔλαβε τὴν Δαμασκὸν, καὶ τὸν Ῥαασσὶν ἐθανάτωσε. Ἀνέβη δὲ καὶ Σαλμανασὰρ ὁ Ἀσσύριος ἐπὶ Ὠσηὲ τὸν υἱὸν Ἐλᾶ, καὶ ἐγένετο αὐτῷ δοῦλος. Ὡς δὲ ἔγνω ὁ Ἀσσύριος, ὅτι ἀποστῆναι βούλεται, καὶ γὰρ ἐπρεσβεύσατο πρὸς τὸν Αἰθίοπα, ἐπολιόρκησεν αὐτὸν, καὶ ἔδησεν αὐτὸν, καὶ τὴν Σαμάρειαν λαβὼν καὶ ἑτέρας πόλεις, μετῴκισεν εἰς Ἀσσυρίους. Κατηγορία τοῦ Ἰσραὴλ ἐνταῦθα καὶ τοῦ Ἰούδα. Οἱ ἀπὸ Βαβυλῶνος ἀχθέντες καὶ κατοικισθέντες ἐν τῇ Σαμαρείᾳ, ἐπειδὴ μὴ ἐφοβοῦντο τὸν Θεὸν, διεφθείροντο ὑπὸ τῶν λεόντων. Τότε πέμπεται ἱερεὺς ἐκεῖθεν, καὶ φωτίζει αὐτοὺς τὸν νόμον τοῦ Θεοῦ, καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς εἰδώλοις ἐλάτρευον. Τὰ κατὰ τὸν Ἐζεκίαν καὶ τὸν Ἀσσύριον, ἃ καὶ ἐν τῷ Ἡσαΐᾳ κεῖται. Τὰ κατὰ τὸν Μανασσῆ καὶ τὴν ἀσέβειαν αὐτοῦ, καὶ τὰς μιαιφονίας. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμών. Τελευτήσαντος δὲ τοῦ Ἀμὼν, ἐβασίλευσεν Ἰωσίας ὁ υἱὸς αὐτοῦ· περὶ οὗ ἐπροφητεύθη τῷ Ἱεροβοὰμ δούλῳ τοῦ Σολομῶντος, ὅτε καὶ ἡ χεὶρ τοῦ βασιλέως ἐξηράνθη. Οὗτος ἐκαθῆρε τὴν Ἱερουσαλὴμ, καὶ πάντα τόπον, ἀνασκάψας τόπους τῶν ἱερέων τῶν εἰδώλων, συντρίψας τὰ εἴδωλα. Περὶ αὐτοῦ εἴρηται, ὅτι ὅμοιος αὐτῷ οὐ γέγονεν ἔμπροσθεν βασιλεὺς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ. Ἐπὶ τούτου ἤρξατο προφητεύειν Ἱερεμίας· ἐπὶ τούτου ἦν Ὀλδᾶ προφῆτις. Ὡς δὲ ἀνεῖλεν αὐτὸν Φαραὼ Νεχαὼ, βασιλεύει ὁ Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. Ὁ δὲ Φαραὼ καὶ τοῦτον καταλύσας, καὶ εἰς Αἴγυπτον ἀγαγὼν, ἔνθα καὶ ἀπέθανε, κατέστησεν υἱὸν Ἰωσίου Ἐλιακεὶμ τὸν καὶ Ἰωακεὶμ, καὶ ἐφορολόγει τὴν γῆν. Ὃς πρῶτος γενόμενος τοῦ Ναβουχοδονόσορ, ἐῤῥίφη ἔξω τῶν τειχῶν. Περὶ αὐτοῦ φησιν ὁ Ἱερεμίας· Ἔσται τὸ θνησιμαῖον αὐτοῦ ἐῤῥιμμένον τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ τότε, Ταφῇ ὄνου ταφήσεται. Μετὰ γὰρ τὸ διαλυθῆναι, τότε ἐτάφη. Ἀποθανόντος δὲ Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ υἱοῦ Ἰωσίου, βασιλεύει Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ, ἔκγονος Ἰωσίου· ὁ δὲ Ἰωακεὶμ οὗτος καὶ Ἰεχονίας ἐκαλεῖτο· οὐκέτι λοιπὸν βασιλεὺς Αἰγύπτου ἐξῄει τῆς χώρας αὐτοῦ. Ἐλθὼν δὲ ὁ Ναβουχοδονόσορ καὶ πολιορκήσας τὴν πόλιν, ἐπειδὴ ἐξῆλθε πρὸς αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ ὁ Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, καὶ ἀπῴκισεν αὐτὸν εἰς Βαβυλῶνα, καὶ κατεστήσατο τὸν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, υἱὸν δὲ Ἰωσίου βασιλέα ἐν Ἱερουσαλήμ. Οὗτος δὲ ἦν Μαθανίας ὁ καὶ Σεδεκίας. Ὡς δὲ ἠθέτησεν ἐν τῷ βασιλεῖ Βαβυλῶνος, ἐλθὼν ὁ Ναβουχοδονόσορ πολιορκεῖ τὴν Ἱερουσαλήμ· καὶ ἑλὼν αὐτὴν καὶ ἐμπρήσας, τὸν μὲν Σεδεκίαν πηρώσας ἔδησε καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα· τὸν δὲ Γοδολίαν κατέστησεν ἐπὶ τῶν καταλειφθέντων ἐν Ἱερουσαλήμ. Ὡς δὲ ἀπέκτεινεν αὐτὸν ὁ Ἰσμαὴλ, ἀναστάντες οἱ ὑπολειφθέντες, εἰσῆλθον εἰς Αἴγυπτον. Μετὰ δὲ ταῦτα τὸν Ἰωακεὶμ ἐν Βαβυλῶνι πολλῆς ἠξίωσε τιμῆς Εὐιλὰδ Μαρωδὰκ ὁ βασιλεὺς Βαβυλῶνος. Ἡ μὲν οὖν βασιλεία τῆς Σαμαρείας, ὡς ἤδη εἴρηται, πέπαυται ἐπὶ Ὠσηὲ υἱοῦ Ἰωλὼ (l. Ἠλὰ) τοῦ σφάξαντος τὸν Φακεὲ υἱὸν Ῥωμελίου. Ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπαυται ἐπὶ Σεδεκίου. Καὶ αὐτὸς γὰρ ἀπαχθεὶς εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτῷ τῶν ὀφθαλμῶν, εἰς λάκκον ἐβλήθη ἔτη κϛʹ ... Ὃν μετὰ ταῦτα ὑψώσας ὁ βασιλεὺς Βαβυλῶνος, ἔδωκεν αὐτῷ θρόνον ἐπάνω τῶν ἐκεῖσε βασιλειῶν, καὶ συνήσθιε καὶ συνέπινεν αὐτῷ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τούτου λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης. Ἔστι δὲ τὰ ὀνόματα τῶν βασιλέων τῆς Ἰουδαίας καὶ τοῦ Ἰσραὴλ, καὶ ὁποῖον τῆς ἑκάστου πράξεως τὸ τέλος, καὶ πόσα ἔτη ἕκαστος αὐτῶν ἐβασίλευσε, ὡς ἐν ἐπιτόμῳ διαλαβεῖν (ἐστι) ἀπὸ τῶν προκειμένων δʹ βιβλίων, οὕτως. Μετὰ τὸ ἀπολέσθαι τὸν Σαοὺλ βασιλεύσαντα ἔτη μʹ, βασιλεύει Δαυῒδ ἐπὶ πάντα τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν ἔτη μʹ οὕτως· ἐν μὲν Χεβρὼν ἔτη ζʹ, ἐν δὲ παντὶ τῷ Ἰσραὴλ καὶ τῷ Ἰούδᾳ ἔτη λγʹ Καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Σολομῶν ὁ υἱὸς Δαυῒδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ ἔμειναν μετ' αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχίας ὁ Σιλωνίτης, καὶ Ἀδδώ. Ἀβία ὁ υἱὸς αὐτοῦ ἐβασίλευσε ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ ὡς Δαυῒδ, ἀλλ' ἐπορεύθη ἐν τῇ ἁμαρτίᾳ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσὰ ὁ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλ' ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμὶ, οἱ προφῆται. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλεῖον πραγματείας. Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἑλισσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀνεμὶ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιάδαδ ὁ τοῦ Ἀδιὰ ἀπὸ Μαρίσσης. Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μετ' αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ, ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ Οὗτος ἐφόνευσε τὸν Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ, ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευσε Ζαχαρίας υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη ιθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ἀρχῇ, ἀλλ' οὐχ ὡς Δαυΐδ. Ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται, ἀλλ' οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι Ἀμεσίας πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας ὁ καὶ Ὀζίας ἔτη νβʹ, καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιᾶσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. Διὸ καὶ ἐλεπρώθη ἀκούσας· Οὐ σοὶ, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ, ὃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν. Ἐπὶ τούτου προφήτης Ἡσαΐας. Ἰωθὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας ὁ υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς Δαυῒδ τελείως. Οὗτος καθεῖλεν ὄφιν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης οἱ Ἀσσύριοι βλασφημοῦντες ἐπατάχθησαν μὲν αὐτοὶ, μετὰ ταῦτα ἐν μιᾷ δὲ νυκτὶ χιλιάδας ρπεʹ ἐξελθὼν ἄγγελος ἀνεῖλε. Μέλλων δὲ Ἐζεκίας ἀποθνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ Μανασσῆς ὁ υἱὸς αὐτοῦ ἔτη νεʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ὅσα δὲ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε, καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδᾳ, ὥστε δι' αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ' αὐτοῦ ἐλέχθη, Ὃς ἐξήμαρτε τὸν Ἰούδαν. Διὸ καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ' ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν τοῖς Παραλειπομένοις γέγραπται, μετανοήσαντα αὐτὸν μετέστρεψεν ὁ Θεὸς εἰς Ἱερουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας. Μετανοῶν δὲ καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ, ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει Δαυῒδ, ἀλλ' ἐν τῷ κήπῳ αὐτοῦ, κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς, καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ. Ἰωσίας ὁ υἱὸς αὐτοῦ ἔτη λαʹ Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ὄντα ἐτῶν ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃ ὁδῷ Δαυῒδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε. Γενόμενος δὲ ἐτῶν ιϛʹ, τόν τε νόμον ζητήσας, καὶ εὑρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε, καὶ τὸ πάσχα ἐποίησε, καὶ ἐκήρυξεν, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὀλδὰ ἡ προφῆτις γυνὴ Σελλῆ. Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαώ· καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃς μετωνομάσθη Ἰωακεὶμ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, ὁ υἱὸς αὐτοῦ, μῆνας γʹ, καὶ ἐποίησε τὸ πονηρὸν καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Ματθὰν ὁ υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσορ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβασίλευσεν ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σαμαρείας. Καὶ γὰρ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ σκευῶν. Εἰσὶ δὲ βασιλεῖς καʹ, ἐκτὸς Γοθολίας. Ὀνόματα τῶν βασιλέων τῶν γενομένων ἐν Σαμαρείᾳ, καὶ ποῖον τῆς ἑκάστου πράξεως γέγονε τέλος, καὶ πόσα ἔτη ἕκαστος ἐβασίλευσεν, οὕτως. Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἔτη κδʹ Οὗτος σχισθείσης τῆς βασιλείας ἀνελθὼν ἀπ' Αἰγύπτου πρῶτος ἐβασίλευσεν ἐν Σαμαρείᾳ, καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτερος. Φοβούμενος γὰρ μὴ καταληφθῇ, ἐποίησε δαμάλεις χρυσᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· Οὗτοί εἰσιν οἱ θεοὶ, οἱ ἀναγαγόντες ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Ἐπλάσατο καὶ ἑορτὰς καὶ ἱερέας· Καὶ οὗτος ἐξήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ' αὐτὸν κατηκολούθησαν. Ἐπὶ τούτου ἦν προφήτης Ἀχίας ὁ Σιλονίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ' αὐτοῦ. Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκ ἔτι τις ἐκ γένους αὐτοῦ ἐβασίλευσε. Ζαμβρὶ ἑτέρου γένους ἔτη ιβʹ Βαασᾶ ἔτη κδʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου προφῆται ἦσαν Ἠλίας, καὶ Ἑλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ' ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος· αὐτοῦ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκέτι τις τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἀνελήφθη ἐπὶ τούτου· ὁ δὲ Ἑλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱὸν Ἰωὰς βασιλέως Ἰσραήλ. Ἦσαν δὲ καὶ ἐπὶ τούτου οἱ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κβʹ Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ καὶ τοὺς προφήτας τοῦ Βάαλ ἐν τῷ πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συνέτριψε. Καὶ ἐν τούτοις ποιήσας τὸ εὐθὲς, ἔσχε ἐπαγγελίαν, ὅτι Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου. Ἰοαχὰζ υἱὸς αὐτοῦ ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐπολέμησε τὴν Ἱερουσαλὴμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτου γεγόνασι τοῦ γένους Ἰοῦ υἱοὶ τέταρτοι. Σελλοὺμ ἑτέρου γένους, υἱὸς Ἰαβὶς, ἡμέρας λʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μαναὴμ ἄλλου γένους, υἱὸς Γαδδὴ, ἔτη κʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου Ἡσαΐας καὶ Ὠσηὲ ἦσαν προφητεύοντες. Φακεὲ ἄλλου γένους, υἱὸς Ῥωμελίου ἔτη κʹ Οὗτος ἔσφαξε τὸν Φακείαν, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἦσαν Ἡσαΐας καὶ Ὠσηὲ οἱ προφῆται. Ὠσηὲ ἑτέρου γένους, υἱὸς Ἠλᾶ, ἔτη θʹ Οὗτος ἔσφαξε τὸν Φακεὲ, καὶ ἐποίησε τὸ πονηρὸν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ. (Ὕστερος) Ὠσηὲ γέγονε βασιλεὺς Σαμαρείας. Ἐπ' αὐτοῦ γὰρ πέπαυται, καὶ ἀπώλετο ἡ Σαμάρεια, καὶ λοιπὸν Ἀσσύριοι κατῴκησαν ἐν αὐτῇ. Ἐξ ὧν αἱρετικοὶ Σαμαρεῖται γεγόνασι, καλούμενοι Σαδουκαῖοι. Ἐν τούτοις οὖν καὶ τελευτᾷ ὁ πᾶς σκοπὸς τῶν βιβλίων τῶν Βασιλειῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg213.local001/.
