Ancient Greek
Παραλειπόμενα βιβλίον βʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.] Παραλειπόμενα βιβλίον βʹ
Not analysed yet
Ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Παραλειπομένων παράγονται πράξεις βασιλέων. Εἰσὶ δὲ οἱ ταύτας ἀναγράψαντες οἱ κατὰ καιροὺς ὄντες προφῆται. Ὑπὲρ δὲ τοῦ γινώσκειν ἐκ μέρους τοὺς συγγράψαντας, σημειωτέον οὗτος (l. ὅτι) μὲν πράξεις ἔγκεινται ἐνταῦθα πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα· ἤτοι αἱ παραλειφθεῖσαι τῆς ἱστορίας τῶν βασιλέων. Οἱ δὲ τὰς ἁπάσας αὐτῶν πράξεις ἱστορήσαντες, εἰσὶν οὗτοι· τὰ περὶ τοῦ Δαυῒδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν καὶ Γὰδ οἱ προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχίας προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμέας καὶ Ἀδδὼ προφῆται· τὰ περὶ Ἀβιὰ, Ἀδδὼ ὁ προφήτης. Τὰ περὶ Ἀσὰ, ἐν τῷ βιβλίῳ λόγων περὶ τῶν βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰοὺ ὁ προφήτης, τοῦ Ἀναμὴ, ὃς κατέγραψε βιβλίον λόγων τῶν βασιλέων Ἰσραήλ. Τὰ περὶ Ἰωὰς, ἐπὶ τὴν γραφὴν τῶν βασιλέων. Τὰ περὶ Ἀμεσία. ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ὀζίου, Ἰεσίας (sic) ὁ προφήτης. Τὰ περὶ Ἰωθὰμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἄχαζ, ἐπὶ βιβλίον βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἐζεκίου, Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης. Τὰ περὶ Μανασσῆ, ἐπὶ λόγων τῶν ὁρώντων. Τὰ περὶ Ἰωσίου, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἰωακεὶμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Ταῦτα ἔστιν εὑρεῖν οὕτω τεταγμένα ἐν τοῖς Παραλειπομένοις τῶν βασιλέων.