Ancient Greek · ~28 min
Σύνοψις τῶν τῷ προφήτῃ Δανιὴλ εἰρημένων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.] Σύνοψις τῶν τῷ προφήτῃ Δανιὴλ εἰρημένων..1
Not analysed yet
Ἐκλέγονται οἱ περὶ τὸν Δανιὴλ, καὶ παραδίδονται τῷ ἀρχιευνούχῳ, καὶ σιτοῦνται σπέρματα· καὶ παραστάντες τῷ βασιλεῖ, πάντων ἀνεδείχθησαν σοφώτεροι. Ὁρᾷ τὸ ἐνύπνιον Ναβουχοδονόσορ, καὶ τοὺς μάγους ἀπορήσαντας γνωρίσαι καὶ ἐπιλῦσαι αὐτὸ κελεύει σφαγῆναι. Κινδυνεύσαντας δὲ καὶ τοὺς περὶ Δανιὴλ ἔσωσεν ὁ Θεὸς, ἀποκαλύψας αὐτῷ τῷ Δανιὴλ τὴν εἴδησιν τοῦ ἐνυπνίου. Ὁ Δανιὴλ εἰσαχθεὶς λέγει τὸ ἐνύπνιον τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτοῦ. Ὁ δὲ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν ὁ Χριστός ἐστι· τὸ δὲ ἄνευ χειρῶν, τὸ χωρὶς συνουσίας ἐκ τῆς Παρθένου αὐτὸν τεχθῆναι. Στήσας τὴν εἰκόνα Ναβουχοδονόσορ, κελεύει προσκυνεῖν πάντας, καὶ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον ἐμβάλλει μὴ προσκυνήσαντας. Ὡς δὲ οἱ περὶ τὴν κάμινον ἀνῃρέθησαν, καὶ ὕμνουν οἱ παῖδες τὸν Θεὸν, καλέσας αὐτοὺς, καὶ ἰδὼν σώους, τόν τε Θεὸν ἐξεπλάγη, καὶ αὐτοὺς ἀρχῇ τῇ τῶν Ἰουδαίων ἐτίμησε, καὶ δόγμα ἔθηκε, τὸν βλασφημοῦντα εἰς τὸν Θεὸν ἀπόλλυσθαι. Ὁρᾷ ἐνύπνιον Ναβουχοδονόσορ· καὶ τῶν σοφῶν Βαβυλῶνος πάλιν διαπορησάντων, ἐπιλύει αὐτὸ ὁ Δανιὴλ, συμβουλεύει τε τῷ βασιλεῖ, τὰς ἀνομίας αὐτοῦ ἐν ἐλεημοσύναις λυτρώσασθαι. Καὶ οὐ μετ' οὐ πολὺν χρόνον ἐξέβη τὸ ἐνύπνιον· καὶ ᾔνεσε τὸν Θεὸν ὁ Ναβουχοδονόσορ. Τῶν σκευῶν τῶν ἱερατικῶν ἐξενεχθέντων κατὰ πρόσταξιν τοῦ βασιλέως υἱοῦ Ναβουχοδονόσορ, καὶ τῶν ἑστιωμένων εἰς αὐτὰ πινόντων, ἐξῆλθεν ἀστράγαλος χειρὸς, καὶ ἔγραψεν ἐν τῷ τοίχῳ γραφὴν, ἣν καὶ αὐτὴν τῶν σοφῶν Βαβυλῶνος ἀπορούντων ἐπιγνῶναι, ὁ Δανιὴλ ἐπέγνω, καὶ ἐπέλυσε, καὶ ἐνεδύθη πορφύραν, καὶ περιέθηκαν αὐτῷ μανιάκην χρυσοῦν, καὶ ἐκήρυξαν αὐτὸν τρίτον ἄρχοντα εἶναι ἐν τῇ βασιλείᾳ. Βασιλεύσας Δαρεῖος ὁ Μῆδος, καὶ καταστήσας ἄρχοντα τὸν Δανιὴλ, ἀναγκάζεται ὑπὸ τῶν τακτικῶν καὶ σατραπῶν δόγμα κυρῶσαι, ὥστε τὸν αἰτοῦντα παρὰ ἀνθρώπου ἢ θεοῦ αἴτημα, πλὴν παρὰ τοῦ βασιλέως, εἴσω τριάκοντα ἡμερῶν, ἐμβληθῆναι εἰς τὸν λάκκον τῶν λεόντων. Καὶ τούτου γενομένου, παρατηρήσαντες τὸν Δανιὴλ εὐχόμενον τῷ Θεῷ, διαβάλλουσι, καὶ καταναγκάζουσι τὸν βασιλέα ἐμβαλεῖν αὐτὸν εἰς τὸν λάκκον. Ἐμβαλὼν δὲ, καὶ προσελθὼν, καὶ σῶον εὑρὼν, τὸν μὲν ἀνήγαγε τοῦ λάκκου, τοὺς δὲ βάλλοντας αὐτὸν μετὰ τῶν γυναικῶν ἀπώλεσε τοῖς λέουσι παραδούς. Καὶ δόγμα ἔθηκε, πάντας φοβεῖσθαι τὸν Θεόν. Ὁρᾷ τὴν ὅρασιν τῶν θηρίων, διὰ μὲν τῆς λεαίνης τὴν Ἀσσυρίων βασιλείαν, διὰ δὲ τῆς ἄρκτου, τῶν Μήδων καὶ Περσῶν, διὰ δὲ τῆς παρδάλεως, τῶν Μακεδόνων, διὰ δὲ τοῦ τετάρτου θηρίου, τῶν Ῥωμαίων. Προφητεύει δὲ καὶ περὶ τοῦ Χριστοῦ, καὶ περὶ Ἀντιόχου τοῦ ἀσεβοῦς. Οὗτος γάρ ἐστι τὸ κέρας τὸ μικρὸν, τὸ ἐκτινάξαν τρία τῶν ἔμπροσθεν. Προφητεύει πῶς Ἀλέξανδρος ὁ Μακεδὼν κατέλυσε τὴν βασιλείαν Περσῶν· τὸν μὲν κριὸν τὸν βασιλέα Περσῶν λέγων, τὸν δὲ τράγον Ἀλέξανδρον τὸν Μακεδόνα. Ἡ δὲ ἐσχάτη ὅρασις ἐνταῦθα, περὶ τῆς βασιλίσσης νότου φησὶν ἐν τῷ βιβλίῳ τῶν Μακκαβαίων εὑρίσκεσθαι. Τὸν Βὴλ κατασπᾷ, καὶ τὸν δράκοντα ἀναιρεῖ· εἰς τὸν λάκκον ἐμβάλλεται καὶ διασώζεται, καὶ οἱ αἴτιοι τοῦ ἐμβληθῆναι αὐτὸν ἐμβάλλονται καὶ ἀναλίσκονται ὑπὸ τῶν λεόντων. Ὡσηέ. Κελεύεται λαβεῖν γυναῖκα πόρνην, καὶ τὰ τικτόμενα παιδία ὀνομάσαι Ἰεζραὴλ, Οὐκ ἠλεημένην, καὶ Οὐ λαός μου. Καὶ ἐγκαλεῖ τῷ λαῷ πορνείαν· καὶ προλέγει αὐτῷ ἀπώλειαν, καὶ χρήματά τινα μετὰ τὴν ἀπώλειαν. Τὸ δὲ, Διαθήσομαι διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μνηστεύσομαι ἐν πίστει, δύναται λαμβάνεσθαι εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ. Προστάσσεται λαβεῖν γυναῖκα μοιχαλίδα, μηνύων τὴν ἐρήμωσιν τῶν Ἰουδαίων, καὶ ἐγκαλεῖ αὐτοῖς πολλὰ καὶ μεγάλα ἁμαρτήματα, τῷ τε λαῷ καὶ τοῖς ἱερεῦσι. Διαβάλλει τε αὐτοὺς καὶ εἰς μέθην, καὶ εἰς μοιχείαν, καὶ εἰς θυμόν. Ἐγκαλεῖ ὅτι τὴν ἐλπίδα ἀπὸ τοῦ Θεοῦ μεταγαγόντες, ἐπὶ Ἀσσυρίους ἤλπιζον, καὶ Αἰγυπτίοις ἐθάῤῥουν. Καὶ προλέγει αὐτοῖς τιμωρίας. Λέγει ὅτι διὰ τὸ βοηθεῖσθαι γενόμενος ἰσχυρὸς ὁ Ἐφραῒμ, οὐκ εἰς δέον ἐχρήσατο τῇ εὐπραγίᾳ. Δείκνυσιν ὁ Θεὸς τήν τε ἑαυτοῦ περὶ τοὺς Ἰσραηλίτας κηδεμονίαν, καὶ τὴν ἐκείνων περὶ αὐτὸν ἀγνωμοσύνην· καὶ προλέγει αὐτοῖς συμφοράς. Ἰωήλ. Διαφθορὰν λέγει τῶν τῆς γῆς καρπῶν, καὶ παραινεῖ ἐξιλεώσασθαι τὸν Θεόν. Τὴν ἄνοδον τοῦ Ἀσσυρίου προλέγει· προφητεύει δὲ καὶ μετὰ ταῦτα χρηστά τινα. Τὸ συμβὰν ἐπὶ τῶν ἀποστόλων τὸ τῶν γλωσσῶν προλέγει. Προφητεύει δὲ καὶ τῶν ἐθνῶν ἀπώλειαν τὴν γενομένην μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος ἐπὶ Ζοροβάβελ. Ἔχει δὲ καὶ ἀλληγορίαν τὸ χωρίον τοῦτο. Ἀμώς. Τὰς ἀνομίας Δαμασκοῦ, Γάζης, Τύρου, Ἰδουμαίων, Ἀμμανιτῶν, Μωαβιτῶν, Ἰούδα καὶ Ἰσραὴλ προλέγει, καὶ τὰς διαδεξομένας αὐτοὺς τιμωρίας. Τὰς εὐεργεσίας τὰς εἰς τοὺς Ἰουδαίους γενομένας ὑπὸ τοῦ Θεοῦ ἀπαριθμεῖται, καὶ τὴν αὐτῶν ὀλιγωρίαν καὶ καταφρόνησιν, καὶ τὰ περιμένοντα αὐτοὺς χαλεπά. Πρὸς τὰς γυναῖκας τῆς Σαμαρείας εἰς μέθην, εἰς ἁρπαγὴν διαβάλλων προλέγει. Προλέγει λιμὸν καὶ διάλυσιν διὰ τὸ ἀνεπίστροφον, καὶ ὅτι πολλὰ πληγέντες, οὐκ ἐγένοντο βελτίους. Ἐγκαλεῖ τῷ Ἰσραὴλ, ὅτι πρὸς τοὺς ἐλέγχοντας αὐτοὺς ἐδυσχέραινον, καὶ παραινεῖ ἐπιστρέψαι πρὸς τὸν Θεόν. Ἀπειλεῖ δὲ καὶ τοῖς ἀπιστοῦσι, ὅτι ἥξει τὰ κακά. Περὶ αὐτῶν γάρ φησιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Τινὲς δὲ αὐτὸ ἐξέλαβον εἰς τὴν μέλλουσαν κρίσιν· ὡς καὶ νῦν τῶν ἀπίστων λεγόντων, ὅτι οὐκ ἔσται κρίσις· εἰ δέ ἐστιν, ἐλθέτω. Παραίτησις τῶν ἑορτῶν αὐτῶν, καὶ τῶν θυσιῶν καὶ ψαλτηρίων. Ἄστρον θεοῦ Ῥαφὰν τὸν Κρόνον λέγει· ἐπειδὴ οἱ Ἕλληνες τῷ θεῷ αὐτῶν Κρόνῳ καὶ ἄστρον εἶναί φασιν ἐν οὐρανῷ, καὶ αὐτὸ Κρόνον καλοῦσι. Λέγει δὲ, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; Οὐδὲ γὰρ προσήνεγκεν ὁ δῆμος, ἀλλὰ μόνοι οἱ ἄρχοντες, ὅτε ἔστη ἡ σκηνή. Ἐνταῦθα τὰ περὶ παντὸς τοῦ λαοῦ λέγει. Διαβάλλει δὲ αὐτοὺς καὶ εἰς ἄμετρον τροφὴν, καὶ προλέγει αὐτοῖς συμφοράς. Διὰ τῶν ἀκρίδων, καὶ τῆς διαθήκης, καὶ τοῦ ἀδάμαντος, τὴν σφαγὴν αὐτῶν προφητεύει, καὶ δηλώσας Ἀμεσίᾳ τῷ βασιλεῖ ταῦτα, βιάζεται τὸν προφήτην καὶ ἀπελαύνει. Ὁ δὲ καὶ αὐτῷ προλέγει κακὰ καὶ τῷ λαῷ. Καὶ ὁρᾷ ἄγγος ἰξευτοῦ, καὶ διὰ τούτου τὴν σύλληψιν αὐτῶν. Τὰς ἀδικίας αὐτῶν καὶ τὰς βίας ἀπαριθμεῖται, καὶ τὰ μέλλοντα διαδέξεσθαι αὐτοὺς κακά. Τὸ δὲ, Δύσεται ἥλιος μεσημβρίας, εἰς τὸν καιρὸν τοῦ πάθους τοῦ Χριστοῦ προλέγει. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων προλέγει. Ἀβδιού. Τὴν τιμωρίαν τῶν Ἰδουμαίων προλέγει, ἣν ὑπέστησαν διὰ τὸ συνεπιθέσθαι τοῖς Ἰσραηλίταις μετὰ καὶ τῶν λοιπῶν πολεμίων. Περὶ Ἐκκλησίας. Ἰωνᾶς. Ἰωνᾶς ὁ προφήτης τὴν εἰς Θαρσεῖς φυγὴν, τὸν κλύδωνα, τὴν ὑπὸ τοῦ κήτους κατάποσιν, καὶ τὴν ἐκβολὴν, τὴν μετάνοιαν τῶν Νινευϊτῶν, τὴν σωτηρίαν τῆς κολοκύνθης, τὴν ἀνάδοσιν, καὶ τὴν ἀπώλειαν περιέχει. Μιχαίας. Τὴν ἐσομένην ἐρήμωσιν Σαμαρείας καὶ Ἱερουσαλὴμ προλέγει, καὶ τὴν αἰτίαν προστίθησι. Συνάπτει δὲ καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐκ Βαβυλῶνος, ἐγκλήματα, κατηγορίας τῶν ἀρχόντων τοῦ λαοῦ καὶ τῶν ἱερέων, καὶ ψευδοπροφητῶν. Περὶ τῆς Ἐκκλησίας τῆς πιστευούσης εἰς τὸν Κύριον ἡμῶν, καὶ περὶ τῆς Νέας Διαθήκης. Ὁ γὰρ πρότερος νόμος ἐκεῖνα ἐξῆλθε· καὶ περὶ τῆς εἰρήνης. Καὶ κακὰ πάλιν τοῖς Ἰουδαίοις προλέγεται. Περὶ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ γεννήσεως, καὶ περὶ τῶν εἰς αὐτὸν πιστευόντων. Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακώβ· ὃ λέγει Παῦλος ὁ ἀπόστολος, Τὸ ἐγκατάλειμμα σωθήσεται. Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ τῶν εὐεργεσιῶν αὐτοῦ ἀπαρίθμησις, καὶ παραίτησις θυσιῶν. Ἀποδύρεται ὁ προφήτης ὡς τῶν δικαίων καὶ ἀγαθῶν ἀνδρῶν ἐκλειπόντων. Καὶ πρὸς τῷ τέλει μετὰ τὸ ἐγκαλέσαι καὶ ἀπειλῆσαι συμφορὰς μεγάλας, χρηστὰ προμηνύει τῷ Ἰσραήλ. Ναούμ. Περὶ τῆς τοῦ Θεοῦ δυνάμεως διαλέγεται· περὶ τῶν ἀποστόλων προλέγει. Προστίθησι δὲ καὶ τὴν ἄνοδον Βαβυλωνίων κατὰ Νινευϊτῶν κατακράτος αἰχμαλωσίαν. Λέγει δὲ καὶ τὴν δύναμιν αὐτῆς καὶ τὸν πλοῦτον, ὃν εἶχε πρὶν αἰχμαλωτευθῆναι. Ἕως ὧδε εἶχε τὸ ἀντίγραφον.