Ancient Greek · ~41 min
Σύνοψις τῶν Ἀριθμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.] Σύνοψις τῶν Ἀριθμῶν..1
Not analysed yet
Κελεύεται Μωϋσῆς ἀριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι, καὶ ἑξακόσιοι καὶ πεντήκοντα χωρὶς τῶν Λευϊτῶν. Γενεαλογοῦνται οἱ Λευῖται, καὶ ἀριθμοῦνται, καὶ ἦσαν εἴκοσι δύο χιλιάδες ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ἐπειδὴ δὲ οἱ πρωτότοκοι Ἰσραὴλ εἰκοσιδύο χιλιάδες ἦσαν καὶ τρεῖς καὶ διακόσιοι καὶ ἑβδομήκοντα, ἀντὶ τῶν περισσῶν ἔλαβε λύτρα Μωϋσῆς, καὶ δίδωσιν Ἀαρών. Τὰ δὲ λύτρα ἦν χίλιοι τριακόσιοι ἑξήκοντα πέντε σίκλοι κατὰ κεφαλήν. Διατάσσει τίνα λειτουργεῖν δεῖ, τίνες Λευῖται ὀφείλουσιν εἶναι· οὐ γὰρ πάντες τῆς αὐτῆς ἠξίωντο τιμῆς. Ἄλλοι μὲν τὰ τιμιώτερα τῶν σκευῶν τῆς σκηνῆς, οἱ δὲ τὰ ἐλάττω ἐνεχειρίζοντο. Ἐγενήθησαν δὲ οἱ Λευῖται οἱ ἀπ' εἰκοσαέτους καὶ ἐπάνω, οἳ καὶ ἐλειτούργουν, ἕως πεντηκονταέτους, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα τρεῖς. Τότε κελεύει πάντα ἀκάθαρτον ἐξαποστεῖλαι τῆς παρεμβολῆς, καὶ περὶ θυσίας τῆς ὑπὲρ πλημμελείας διαλέγεται, καὶ τὸν τῆς ζηλοτυπίας διατάττει νόμον, ὥστε μὴ συκοφαντεῖσθαι γυναῖκα ἐπὶ μοιχείᾳ, μήτε μοιχευθεῖσαν δύνασθαι λαβεῖν. Περὶ τῆς εὐχῆς τοῦ ἁγιασμοῦ διατάττεται, καὶ πῶς δεῖ τὸν ἱερέα εὐλογεῖν τοὺς υἱοὺς Ἰσραήλ. Ὡς δὲ ἔστη ἡ σκηνὴ, περιῆγον οἱ ἄρχοντες δῶρα πολλά τε καὶ μεγάλα. Κελεύεται Μωϋσῆς ἁγνίσαι τοὺς Λευΐτας, καὶ ἀκούει ὅτι ἀπὸ εἰκοσαέτους δεῖ αὐτοὺς λειτουργεῖν καὶ ἐπάνω, ἀπὸ δὲ πεντηκονταέτους ἀφίστασθαι τῆς λειτουργίας. Κελεύει αὐτοῖς ὁ Θεὸς διὰ Μωϋσέως ποιῆσαι τὸ πάσχα. Εἰπὲ γὰρ, φησὶ, καὶ ποιείτωσαν υἱοὶ Ἰσραὴλ τὸ πάσχα. Ἦν γὰρ πρῶτος μὴν τοῦ δευτέρου ἔτους. Προσῆλθον δὲ οἱ ἀκάθαρτοι Μωϋσεῖ, καὶ ἀνήνεγκε περὶ αὐτῶν τῷ Θεῷ. Καὶ προσέταξεν ὁ Θεὸς τὸν μὴ δυνάμενον ἐν τῷ πρώτῳ μηνὶ θύειν τὸ πάσχα, ἢ διὰ τὸ ἀκάθαρτον εἶναι, ἢ διὰ τὸ ἐν ὁδῷ μακρᾷ τυγχάνειν, τῷ δευτέρῳ μηνὶ ποιεῖν, τῇ τεσσαρεσκαιδεκάτῃ. Εἰ δέ τις καὶ καθαρὸς ὢν, καὶ οὐκ ὢν ἐν μακρᾷ ὁδῷ, μὴ βούλοιτο ποιεῖν τὸ πάσχα ἐν τῷ πρώτῳ μηνὶ, ὑπὸ ἁμαρτίαν ἔσται. Νόμος, φησὶν, εἷς ἔστω τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι. Ἡνίκα ἀνέβαινεν ἡ νεφέλη, ἀπῆρον οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὗ ἂν ἔστη, ἐκεῖ παρενέβαλλον. Κελεύεται Μωϋσῆς ποιῆσαι σάλπιγγας ἀργυρᾶς, ὥστε δι' αὐτῶν σημαίνειν τῷ λαῷ, ἡνίκα ἀπᾶραι δέοι, ἡνίκα συναγαγεῖν τὸν λαὸν ἐν πολέμοις, ἐν θυσίαις, χρήσασθαι ταῖς σάλπιγξι ταύταις ἐν ἑορταῖς, ἐν νεομηνίαις, ἐν ὁλοκαυτώμασιν. Ὡς δὲ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ, παρεκάλει τὸν Ἰωβὰρ Μωϋσῆς υἱὸν Ῥαγουὴλ τὸν καὶ Ἰοθὸρ, ὥστε αὐτῷ καὶ τῆς ὁδοῦ κοινωνῆσαι, καὶ τῶν ἐπαγγελθέντων ἀγαθῶν αὐτοῖς· καὶ ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, εἶπε Μωϋσῆς· Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. Καὶ ἐγόγγυζεν ὁ λαὸς, καὶ κατεκάη μέρος τῆς παρεμβολῆς, καὶ ἐκλήθη ὁ τόπος ἐμπυρισμός. Καὶ ηὔξατο Μωϋσῆς, καὶ ἐπαύσατο ἡ τιμωρία. Καὶ ἐζήτουν κρέα, καὶ ἔλεγον· Ἐμνήσθημεν τοὺς ἰχθῦς, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, τοὺς σικύους, καὶ τοὺς πέπονας, τὰ πράσα, τὰ κρόμμυα, τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ὡς δὲ ἐβαρύνετο τὴν ἀντιστασίαν αὐτῶν, καὶ ἐνετύγχανε τῷ Θεῷ, προστίθησιν αὐτῷ ἑβδομήκοντα πρεσβυτέρους, ὥστε συλλαμβάνεσθαι αὐτῷ ἐν τῇ ἀρχῇ. Τότε τοῦ Ἰησοῦ τοῦ Ναυῆ εἰπόντος· Κώλυσον τὸν υἱὸν Ἐλδὰδ καὶ Μωδὰδ τοῦ προφητεύειν, φησὶν ὁ Μωϋσῆς· Ζηλοῖς σύ μοι; Καὶ τίς δῷ ἅπαντα τὸν λαὸν Κυρίου προφήτας; Τότε ἀνέβη ὀρτυγομήτρα παρὰ Κυρίου, καὶ ἔφαγον. Καὶ τὰ κρέα ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλιπεῖν. Τοῦτο τὸ ἐν ψαλμῷ εἰρημένον· Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν. Ἐκλήθη δὲ ὁ τόπος οὗτος μνήματα ἐπιθυμίας. Τότε κατελάλησε τῷ Μωϋσεῖ Μαρία, λέγουσα· Μὴ αὐτῷ μόνῳ ἐλάλησεν ὁ Θεός; Εἰπὼν δὲ ὁ Θεὸς, ὅτι αὐτῷ μόνῳ προφητῶν ἐλάλησεν οὕτως, ἐπέβαλεν ἐπὶ τὴν Μαριὰμ λέπραν, καὶ Μωϋσέως δεηθέντος ὑπὲρ αὐτῆς, οὐ πρότερον αὐτὴν ἀφῆκε καθαρισθῆναι, ἕως ἐποίησεν ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς. Πέμπει γοῦν τινας ἐκ τοῦ λαοῦ κατασκέψασθαι τὴν γῆν Χαναάν. Καὶ κατασκεψάμενοι, βότρυν ἤνεγκαν ἐκεῖθεν, καὶ τὴν γῆν ἐθαύμαζον. Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ὡς μαχίμων ὄντων τῶν ἐκεῖ ἀνδρῶν. Χαλὲβ δὲ ὁ τοῦ Ἰεφονεὶ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ αὐτοὶ ἐκ τῶν κατασκόπων ὄντες, παρεθάῤῥυνον τὸν λαόν. Οἱ δὲ ἦλθον λιθοβολῆσαι αὐτούς· ὁ δὲ Θεὸς ὀργισθεὶς εἶπε μὴ ἀνελθεῖν τοὺς γογγύσαντας εἰς τὴν γῆν τῆς ἐπαγγελίας, εἰ μὴ τὰ τέκνα αὐτῶν, καὶ Χαλὲβ υἱὸν Ἰεφονεὶ, καὶ Ἰησοῦν. Τεσσαράκοντα δὲ ἔτη, φησὶν, ἔσονται ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐξηθῇ τὰ παιδία, κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ὧν ἐπεσκέψαντο τὴν γῆν. Τότε οἱ κατάσκοποι πάντες ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπένθησεν ὁ λαός. Ἀνῆλθον ἐπὶ τὸν Ἀμαλὴκ παρὰ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἡ κιβωτὸς ἀνέμεινεν ἐν τῇ παρεμβολῇ μετὰ Μωϋσέως. Καὶ ἐξῆλθεν Ἀμαλὴκ, καὶ κατέκοψεν αὐτούς. Ἐντέλλεται περὶ ὁλοκαυτωμάτων, περὶ ἀπαρχῶν, περὶ θυσιῶν τῶν ὑπὲρ πλημμελείας. Ἑάλω τις ξύλα συλλέξας ἐν σαββάτῳ, καὶ ἐλιθοβολήθη. Προστάσσονται κράσπεδα ἐπὶ τὰ πτερύγια ποιῆσαι. Τὰ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβηρών· ἡ ἐπανάστασις αὐτῶν, ἡ τιμωρία ἢν ἔδοσαν. Οἱ δὲ λοιποὶ τοῦ λαοῦ, τούτων γενομένων, οὐκ ἐσωφρονίσθησαν, ἀλλὰ πάλιν ἐπανέστησαν τῷ Μωϋσῇ, καὶ ἀποθνήσκουσι τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι. Τότε ἤνθησεν ἡ ῥάβδος Ἀαρών. Λέγει καὶ διατάσσεται ὃ λαμβάνειν δεῖ τοὺς Λευΐτας καὶ τὸν ἱερέα τὸν μέγαν. Καὶ νομοθετεῖ περὶ τῆς σποδοῦ τῆς δαμάλεως, ἐξ ἧς τὸ ὕδωρ τοῦ ῥαντισμοῦ ἐγίνετο. Τὴν δὲ δάμαλιν αὐτὴν ἔδοξέ τισι τύπον εἶναι τοῦ πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ δὲ τῆς σποδοῦ τῆς δαμάλεως ἐκαθαίρετο ὁ ὢν ἐπὶ νεκροῦ ἀκάθαρτος. Ἦλθε δὲ ὁ λαὸς εἰς Καδὴς, καὶ ἐκεῖ ἀπέθανε Μαρία, καὶ ἐτάφη. Οὐκ ὄντος ὕδατος πάλιν γογγύζουσιν οἱ Ἰουδαῖοι· ὁ δὲ Μωϋσῆς καὶ Ἀαρὼν κελεύονται ἐκ τῆς πέτρας ἐξαγαγεῖν ὕδωρ. Ἐπάταξεν αὐτὴν ὁ Μωϋσῆς λέγων· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὕδωρ ὑμῖν; Καὶ ἐξῆλθεν ὕδωρ. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν βασιλέα Ἐδὼμ, ἵνα ἀφῇ αὐτούς· ὁ δὲ οὐ συνεχώρησε· καὶ ἐξέκλιναν ἀπ' αὐτοῦ υἱοὶ Ἰσραήλ. Ὡς δὲ ἦλθον εἰς Ὢρ τὸ ὄρος, κελεύσαντος τοῦ Θεοῦ, λαβὼν Μωϋσῆς τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, ἀνήγαγεν εἰς τὸ ὄρος· καὶ ἐνέδυσε τὸν Ἐλεάζαρ τὰ ἱμάτια αὐτοῦ. Ὁ δὲ Ἀαρὼν ἀπέθανεν ἐν τῷ ὄρει. Καὶ ἔκλαυσεν ὁ λαὸς τριάκοντα ἡμέρας. Εἷλον τὸν Χαναναῖον, καὶ ἀνεθεμάτισαν αὐτόν. Ἐλθόντες δὲ ἐπὶ θάλασσαν Ἐρυθρὰν, ἐκύκλουν τὴν γῆν Ἐδὼμ, καὶ ὠλιγοψύχουν, καὶ κατεγόγγυζον Μωϋσῇ· καὶ ἀπέστειλεν ὁ Θεὸς ἐπ' αὐτοὺς ὄφεις θανατοῦντας. Καὶ ηὔξατο Μωϋσῆς· καὶ ἐποίησε χαλκοῦν ὄφιν, προσταχθεὶς ὑπὸ τοῦ Θεοῦ. Καὶ ὁ δακνόμενος, ἡνίκα ἀνέβλεψεν εἰς τὸν ὄφιν, ἔζη Περὶ τούτου τοῦ ὄφεως εἴρηται ἐν τῷ Εὐαγγελίῳ· Καθὼς ὕψωσε Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν βασιλέα τῶν Ἀμοῤῥαίων τὸν Σηών. Οὗτος δὲ ὁ Σηὼν πολεμήσας πρότερον τὸν βασιλέα Μωὰβ, ἔλαβε τὴν γῆν αὐτοῦ. Ὡς δὲ καὶ τοῖς Ἰσραηλίταις συνέμιξεν εἰς πόλεμον, ἡττήθη κατὰ κράτος, καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον οἱ Ἰσραηλῖται. Συμβαλόντες δὲ καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασὰν, τοῖς αὐτοῖς περιέβαλον αὐτὸν κακοῖς, οἷς καὶ τὸν Σηὼν, καὶ τὴν γῆν καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον. Πέμπει βασιλεὺς Βαλὰκ πρὸς Βαλαὰμ τὸν μάντιν, ἵνα ἀράσηται τὸν λαόν. Ὁ δὲ Θεὸς τὸ μὲν πρῶτον ἐκώλυσεν. Ὡς δὲ ἐνέκειτο τῷ μάντει, συνεχώρησεν ἀπελθεῖν μὲν, οὐ μὴν ἀράσασθαι ἀλλ' ἔτρεψε τὰς κατάρας εἰς εὐλογίας. Οὐκ ἐπειδὴ ἴσχυόν τι αἱ ἀραὶ τοῦ μάντεως, ἀλλ' ἐπειδὴ ταλαίπωρος ἦν ὁ λαὸς, ἤμελλεν αὐτοῦ πιστεύειν ταῖς κατάραις, καὶ κατακρίνεσθαι ἐκεῖ διὰ τὴν ἰδίαν ἀσθένειαν. Οὗτος προφητεύει περὶ τοῦ Χριστοῦ λέγων· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ. Πνεῦμα γὰρ Θεοῦ ἐγενήθη ἐπὶ τῷ μάντει. Ὡς δὲ ἀπῆλθεν ὁ Βαλαὰμ, ἐκπορεύουσιν οἱ υἱοὶ Ἰσραὴλ εἰς τὰς θυγατέρας Μωὰβ, καὶ τελοῦνται τῷ Βεελφεγώρ. Τότε κελεύει Μωϋσῆς ἕκαστον, ἀποκτεῖναι τὸν ἀδελφὸν εἰδωλολατρήσαντα. Τότε καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἐξεκέντησε τὸν Ζαμβρὶν τὸν Ἰσραηλίτην, καὶ τὴν Χασβὶ τὴν Μαδιανῖτιν μετ' αὐτοῦ· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τότε ἀριθμοῦνται οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ εὑρέθησαν ἑξακόσιαι χιλιάδες, καὶ τρισχίλιοι ἄνδρες καὶ τριάκοντα· οἱ δὲ Λευῗται τρεῖς καὶ εἴκοσι χιλιάδες ἀπὸ μηνιαίου καὶ ἐπάνω. Αὕτη ἡ ἐπίσκεψις ἐν Ἀραβὼθ Μωὰβ ἐγένετο, πέραν τοῦ Ἰορδάνου. Καὶ οὐκ ἦν ἐν αὐτοῖς ἄνθρωπος, ἐξ ὧν ἐπεσκέψατο Μωϋσῆς πρότερον ἐν τῇ ἐρήμῳ Σινᾶ, πλὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονεί. Προσέρχονταί τινες θυγατέρες Σαλπαὰδ τῆς φυλῆς Μανασσῆ, ἀξιοῦσαι, ἐπειδὴ ἄπαις ἀῤῥένων παίδων ἀπέθανεν ὁ πατὴρ αὐτῶν, εἰς αὐτὰς ἐλθεῖν τὴν κληρονομίαν, καὶ τὴν κατάσχεσιν. Προσέταξεν ὁ Θεὸς λαβεῖν αὐτάς. Κἄν τις ἀποθάνῃ μὴ ἔχων υἱὸν, ἡ θυγάτηρ κληρονομείτω· θυγατρὸς δὲ οὐκ οὔσης, ἀδελφός· ἀδελφοῦ δὲ οὐκ ὄντος, ἀδελφὸς τοῦ πατρός. Δείκνυσιν ὁ Θεὸς Μωϋσῇ ἀπὸ τοῦ ὄρους τοῦ Ναυὼ τὴν γῆν τῆς ἐπαγγελίας, καὶ χειροτονεῖται Ἰησοῦς ὁ τοῦ Ναυῆ εἰς τὴν αὐτοῦ τάξιν. Τότε ἐντέλλεται τοῖς υἱοῖς Ἰσραὴλ περὶ ὁλοκαυτωμάτων, θυσιῶν τῶν καθ' ἡμέραν, τῶν ἐν σαββάτοις, τῶν ἐν νεομηνίαις, τῶν ἐν τῷ πάσχα, τῶν ἐν τῇ ἡμέρᾳ τῶν ἑβδομάδων, τῶν ἐν τῷ ἑβδόμῳ μηνί. Διατάσσει καὶ περὶ εὐχῶν, τουτέστιν, ὧν ἄν τις τάξηται. Τότε ἐξοπλίζονται δώδεκα χιλιάδες ἐκ τῶν Ἰσραηλιτῶν κατὰ Μαδιανιτῶν, καὶ Φινεὲς μετ' αὐτῶν, καὶ ἀναιροῦσιν αὐτοὺς, καὶ πέντε βασιλεῖς Μαδιὰμ, καὶ τὸν Βαλαὰμ τὸν μάντιν. Καὶ ἀπήρξαντο τῷ Θεῷ τῶν σκύλων, καὶ τὰ λοιπὰ διένειμαν ἑαυτοῖς. Προσελθόντες ἡ φυλὴ Ῥουβὶμ καὶ Γὰδ, καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ, ᾔτουν παρὰ Μωϋσέως τὴν πέραν τοῦ Ἰορδάνου χώραν. Ὁ δὲ ἔδωκε, πρότερον συνομολογησάντων ἐκείνων συμμαχήσειν τοῖς λοιποῖς Ἰσραηλίταις, καὶ διαβήσεσθαι τὸν Ἰορδάνην μεθ' ὅπλων, ὥστε πολεμῆσαι ὑπὲρ τῶν ἀδελφῶν αὐτῶν. Ἐνταῦθα διηγεῖται Μωϋσῆς ἀπὸ Αἰγύπτου ἕως ἦλθον ἀντικρὺ Ἱεριχώ. Ἐντέλλεται αὐτοῖς ὥστε ἐξολοθρεῦσαι πάντα τὰ εἴδωλα τῶν ἐθνῶν. Λέγει αὐτοῖς καὶ περὶ τῶν ὁρίων τῆς γῆς, πόθεν ἄρχονται, καὶ ποῦ πληροῦνται. Παραγγέλλει δὲ καὶ περὶ τῆς γῆς, ἧς ἔδει τοὺς Λευΐτας λαβεῖν, καὶ περὶ τῶν ἓξ πόλεων τῶν φυγαδευτηρίων, ὥστε τὸν ἀκουσίως ἀνελόντα ἐκεῖ καταφεύγειν, καὶ ἀπαλλάσσεσθαι κινδύνου, μένοντι ἐκεῖ, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας. Ἐὰν δὲ ἁλῷ ἔξω τῶν ὅρων τῆς πόλεως, καὶ φονεύσῃ αὐτὸν ὁ συγγενὴς τοῦ πεφονευμένου, οὐ δώσει δίκην. Καὶ διαλέγεται βραχέα περὶ τῶν νόμων τῶν περὶ φόνων κειμένων. Προσέρχονται οἱ ἄρχοντες τῆς φυλῆς Μανασσῆ λέγοντες τῷ Μωϋσῇ· Ἐπειδὴ ἔδοξε τὰς θυγατέρας Σαλπαὰδ λαβεῖν κλῆρον, εἰ συμβαίη αὐτὰς γαμηθῆναι ἀνδρὶ ἐξ ἑτέρας φυλῆς, τί ἵνα γίνηται; ἀπελεύσεται γὰρ ὁ κλῆρος τῆς ἡμετέρας φυλῆς εἰς ἐκείνην τὴν φυλήν. Τότε προσέταξε Μωϋσῆς, ἐκ τῆς ἰδίας φυλῆς γυναῖκα λαμβάνειν ἄνδρα, ἵνα μὴ μεταφέρωνται αἱ κληρονομίαι ἀπὸ φυλῆς εἰς φυλήν.