Ancient Greek · ~4 min
Volume 95
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Fragmenta in Lucam (in catenis) [Dub.] 95.233
Not analysed yet
Τοῦ Δαμασκηνοῦ. Καὶ ἐπὶ τοὺς ἀποστόλους τὸ Πνεῦμα κάτεισι. Θεὸς γάρ ἐστιν· ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί. Διὰ τοῦτο πυρὶ λέγεται βαπτίζειν ὁ Χριστὸς, ἐπειδὴ ἐν εἴδει πυρίνων γλωττῶν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς τὴν τοῦ Χριστοῦ χάριν ἐξέχεεν, ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικόν. Βάπτισμα γὰρ κἀκεῖνο τελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικόν· οὐκέτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύεται· κολάζον δὲ ἀτελεύτητα. Τοῦ Δαμασκηνοῦ. Ἐπειδὴ πολλαχῶς τὸ πνεῦμα νοεῖται, λεκτέον τὰ σημαινόμενα. Πνεῦμα τοίνυν εἴρηται τὸ ἅγιον Πνεῦμα· λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ ἁγίου Πνεύματος, πνεῦμα· ὡς τὸ, «Ἐπαναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ πνεύματα.» Αἱ γὰρ ἐνέργειαι τοῦ Πνεύματος, πνεύματα οἶμαι φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Πνεῦμα καὶ ὁ ἄγγελος ὁ ἀγαθὸς, ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα.» Πνεῦμα καὶ ὁ δαίμων, ὡς τὸ, «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν.» Πνεῦμα καὶ ἡ ψυχὴ, ὡς τὸ, «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Ἔστι δὲ ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται.